Little By Little: Memory and Education

Plutarch, The Education of Children (Moralia 9)

It is especially important to train and practice children’s memory:  memory is the warehouse of learning. This is why we used to mythologize Memory as the mother of the Muses, making it clear through allegory that nothing creates and nourishes the way memory does. This should be trained in both cases, whether children have a good memory from the beginning or are naturally forgetful. For we may strengthen the inborn ability and supplement the deficiency. The first group will be better than others; but the second will be better than themselves. This is why the Hesiodic line rings true: “If you add a little by little, and you keep doing it, soon you can have something great.”

Parents should also not forget that a skill of memory contributes its great worth not only to education but to life’s actions in general. For the memory of past events becomes an example of good planning for future actions.”

Πάντων δὲ μάλιστα τὴν μνήμην τῶν παίδων ἀσκεῖν καὶ συνεθίζειν· αὕτη γὰρ ὥσπερ τῆς παιδείας ἐστὶ ταμιεῖον, καὶ διὰ τοῦτο μητέρα τῶν Μουσῶν ἐμυθολόγησαν εἶναι τὴν Μνημοσύνην, αἰνιττόμενοι καὶ παραδηλοῦντες ὅτι οὕτως οὐδὲν γεννᾶν καὶ τρέφειν ὡς ἡ μνήμη πέφυκε. καὶ τοίνυν ταύτην κατ᾿ ἀμφότερ᾿ ἐστὶν ἀσκητέον, εἴτ᾿ ἐκ φύσεως μνήμονες εἶεν οἱ παῖδες, εἴτε καὶ τοὐναντίον ἐπιλήσμονες. τὴν γὰρ πλεονεξίαν τῆς φύσεως ἐπιρρώσομεν, τὴν δ᾿ ἔλλειψιν ἀναπληρώσομεν· καὶ οἱ μὲν τῶν ἄλλων ἔσονται βελτίους, οἱ δ᾿ ἑαυτῶν. τὸ γὰρ Ἡσιόδειον καλῶς εἴρηται

εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
καὶ θαμὰ τοῦτ᾿ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ
γένοιτο.

μὴ λανθανέτω τοίνυν μηδὲ τοῦτο τοὺς πατέρας, ὅτι τὸ μνημονικὸν τῆς μαθήσεως μέρος οὐ μόνον πρὸς τὴν παιδείαν ἀλλὰ καὶ πρὸς τὰς τοῦ βίου πράξεις οὐκ ἐλαχίστην συμβάλλεται μοῖραν. ἡ γὰρ τῶν γεγενημένων πράξεων μνήμη τῆς περὶ τῶν μελλόντων εὐβουλίας γίγνεται παράδειγμα.

Image result for Ancient Roman School rooms

Leave a Reply