Joannes Malalas, Chronographia, 5.21 6-7 (=Diktys BNJ 49 F 10)
“Some time passed and Odysseus began to see dreams which told of his death. After he woke, he summoned everyone who had experience in interpreting dreams—among whom was Kleitophon of Ithaka and Polyphemos of Argos. He told the dream to them and said what he thought:
“I was not lying on my own bed but instead there was a beautiful and frightening divine creature which could not keep the shape of a grown man. I saw it happily. But I was also disoriented by it. That bed from which it took life was no longer obvious to me from my familiarity with it or by knowledge. Therefore, once I recognized this, I wanted to throw my arms around it eagerly. But it spoke using a human voice and said there was a connection and binding of relationship between us and that it was my fate to be destroyed by him. As I was thinking about this a sudden stab came at me from the sea, targeted at me by his order. I became paralyzed by my great panic and I died shortly. These are the things I saw and you need to fear nothing when you offer me an interpretation. I know well that the vision is not a good one.
Then those who were there were examining the interpretation and they said that Telemachus should not be there. When he left, they said that Odysseus would be struck by his own child and die. He immediately rushed toward Telemachus because he wanted to kill him. But when he saw his son crying and begging him and he returned to a paternal mindset, he decided to have his son sent away and he ordered him to guard himself. Then he himself returned to the farthest part of Kephalenia, believing he would protect himself from fear of death.”
6 χρόνου δὲ διεληλυθότος ὁρᾶι ᾽Οδυσσεὺς ἐνύπνια τὴν αὐτοῦ τελευτὴν σημαίνοντα· καὶ διυπνισθεὶς συγκαλεῖ πάντας τοὺς πεῖραν ἔχοντας, ὅπως διακρίνωσι τὰ ὀνείρατα, ὧν ἦν καὶ Κλειτοφῶν ὁ ᾽Ιθακήσιος καὶ ὁ Ἀργεῖος Πολύφημος. τούτοις ἀπαγγέλλει τὸ ὄναρ καί φησι νομίζειν ῾μὴ ἐπὶ τῆς ἰδίας εὐνῆς με κατακεῖσθαι, <ἦν δὲ> εὐμορφόν τι καὶ φοβερὸν ζῶον θεοειδές, οὐκ ἀνθρώπου τελείου σχῆμα σώζειν δυνάμενον, ὅπερ ἑώρων ἡδέως· καὶ εἶχον αὐτοῦ δυσνοήτως. τὸ δὲ λέχος ἐκεῖνο ὅθεν ἐζωογονήθη οὐκ ἦν μοι φανερὸν οὐτε τῆι συνηθείαι τῆι ἐμῆι οὐτε τῆι γνώσει. γνοὺς οὖν ἠβουλήθη<ν> τὰς χεῖρας αὐτῶι περιπλέξαι σπουδαίως· τὸ δὲ ἀνθρωπίνηι φωνῆι χρηματισάμενον ἔφη θεσμὸν εἶναι καὶ σύνδεσμον οἰκειότητος ἀμφοτέρων ἡμῶν, καὶ εἱμαρμένον εἶναι ὑπ᾽ ἐκείνου με ἀφανισθῆναι. ἐμφροντίστως δέ μου ἔχοντος περὶ αὐτοῦ αἰφνίδιόν τι κέντρον ἐκ τῆς θαλάσσης ὑπὸ τῆς ἐκείνου ἐπιταγῆς ἀοράτως ἀναδειχθὲν ἐπ᾽ ἐμὲ ἦλθεν· ἐγὼ δὲ ὑπὸ πολλῆς ἐκπλήξεως ἐγενόμην ἀδρανής, καὶ μετ᾽ ὀλίγον ἔθανον. ταῦτά ἐστιν ἅπερ ἐθεασάμην· ὑμεῖς δὲ διακρίνατε μηδὲν δεδιότες· ἐπίσταμαι γὰρ ὡς οὐκ αἴσιον τὸ ὅραμα.
7 οἱ δὲ καθ᾽ ἑαυτοὺς γενόμενοι ἐσκόπουν τὴν διήγησιν καὶ ἔφασαν ἵνα ἐκ ποδῶν γένηται ὁ Τηλέμαχος· τοῦ δὲ ὑποχωρήσαντος ἔφησαν ὑπὸ ἰδίου παιδὸς πληγέντα τελευτήσειν. ὁ δὲ εὐθὺς ὥρμησεν ἐπὶ τὸν Τηλέμαχον ἀνελεῖν αὐτὸν βουλόμενος. θεασάμενος δὲ τὸν υἱὸν δακρύοντα καὶ δεόμενον, εἰς ἔννοιαν πατρικὴν ἐλθών, προέκρινεν ἀφεῖναι τὸν παῖδα, ἐκέλευσε δὲ αὐτὸν φυλάττεσθαι· εἶτα μετώικισεν αὑτὸν εἰς τὰ ἔσχατα τῆς Κεφαληνίας χωρία, ῥυσάμενος αὑτὸν τῆς ὑπονοίας τοῦ θανάτου.
One thought on “Murderous Odysseus and His Murderous Sons”