Bad Planning and Disasters

Aesop: The Monkey and the Fisherman: ΑΛΙΕΥΣ ΚΑΙ ΠΙΘΗΞ

“Some fisherman was setting is net for fish along the seashore. A monkey was watching him and wanted to copy what he was doing. When the man went into some cave to take a nap and left his net on the beach, the monkey came down, and was trying to fish in the same way. Ignorant of the skill, he was using the net poorly and just wrapped it all around himself. He immediately fell into the sea and drowned. When the fisherman found him already drowning, he said, “fool, your ignorance and bad planning ruined you.”

The moral of the story is that people who try to imitate acts beyond their ability bring disaster upon themselves.”

ἀνήρ τις ἁλιεὺς παρὰ τὴν θάλασσαν ἄγραν ἰχθύων ἐποίει. πίθηξ δέ τις αὐτὸν κατιδὼν ἐκμιμήσασθαι ἠβουλήθη. τοῦ δὲ ἀνδρὸς ἐν σπηλαίῳ τινὶ ἑαυτὸν εἰσελθόντος διαναπαῦσαι καὶ τὸ δίκτυον παρὰ τὸν αἰγιαλὸν καταλιπόντος ἐλθὼν

ὁ πίθηξ καὶ τοῦ δικτύου λαβόμενος ἀγρεῦσαι δῆθεν δι’ αὐτοῦ ἐπεχείρει. ἀγνώστως δὲ τῇ τέχνῃ καὶ ἀσυντάκτως χρώμενος καὶ τῷ δικτύῳ περισχεθεὶς ἐπὶ τῆς θαλάσσης εὐθὺς πέπτωκε καὶ ἀπεπνίγη. ὁ δὲ ἁλιεὺς καταλαβὼν αὐτὸν ἤδη ἀποπνιγέντα ἔφη· „ὦ ἄθλιε, ὤλεσέ σε ἡ ἀφροσύνη καὶ ἡ ματαία ἐπίνοια.”

     ὁ μῦθος δηλοῖ, ὡς οἱ τὰ ὑπὲρ αὐτοὺς μιμεῖσθαι πειρώμενοι ἑαυτοῖς ἐντεῦθεν ἐπάγουσι κινδύνους.

 

Leave a Reply