Anacreonta 7
The women say
“Anacreon, you’re old
Look at a mirror and see
Your hair has gone missing,
Your brow is picked clean”
I don’t know whether
My hair is going or gone
But I know this:
Pleasurable games are fine
For an old man
As long as Life lingers on.”
λέγουσιν αἱ γυναῖκες·
‘Ἀνάκρεον, γέρων εἶ·
λαβὼν ἔσοπτρον ἄθρει
κόμας μὲν οὐκέτ᾿ οὔσας,
ψιλὸν δέ σευ μέτωπον.’
ἐγὼ δὲ τὰς κόμας μέν,
εἴτ᾿ εἰσὶν εἴτ᾿ ἀπῆλθον,
οὐκ οἶδα· τοῦτο δ᾿ οἶδα,
ὡς τῷ γέροντι μᾶλλον
πρέπει τὸ τερπνὰ παίζειν,
ὅσῳ πέλας τὰ Μοίρης.
