Some Greek Passages on Work for May 1st

Xenophon, Oeconomicus 4.15-16

“Critoboulos, Some say that whenever the great king gives gifts, he calls in first those who proved their excellence at war because there is no advantage to plowing many fields unless they defend them. After them, he rewards those who prepare and work the land best, because brave men cannot survive unless someone works the land.”

Φασὶ δέ τινες, ἔφη ὁ Σωκράτης, ὦ Κριτόβουλε, καὶ ὅταν δῶρα διδῷ ὁ βασιλεύς, πρῶτον μὲν εἰσκαλεῖν τοὺς πολέμῳ ἀγαθοὺς γεγονότας, ὅτι οὐδὲν ὄφελος πολλὰ ἀροῦν, εἰ μὴ εἶεν οἱ ἀρήξοντες· δεύτερον δὲ τοὺς κατασκευάζοντας τὰς χώρας ἄριστα καὶ ἐνεργοὺς ποιοῦντας λέγοντα, ὅτι οὐδ᾿ ἂν οἱ ἄλκιμοι δύναιντο ζῆν, εἰ μὴ εἶεν οἱ ἐργαζόμενοι. λέγεται δὲ καὶ Κῦρός ποτε, ὅσπερ εὐδοκιμώτατος δὴ βασιλεὺς γεγένηται, εἰπεῖν τοῖς ἐπὶ τὰ δῶρα κεκλημένοις, ὅτι αὐτὸς ἂν δικαίως τὰ ἀμφοτέρων δῶρα λαμβάνοι· κατασκευάζειν τε γὰρ ἄριστος εἶναι ἔφη χώραν καὶ ἀρήγειν τοῖς κατεσκευασμένοις.

Plutarch, fr. 43

“Let no one find fault with this line because wealth is made to be much praised ahead of virtue. Know that wealth here is the product workers get from their labors—it is a just portion gathered from their personal toil.”

Μηδεὶς λοιδορείτω τὸν στίχον εἰς τὸν πολυάρατον πλοῦτον ὁρῶν τὸν πόρρω τῆς ἀρετῆς ἐσκηνημένον, ἀλλὰ πλοῦτον οἰέσθω νῦν λέγεσθαι τὴν ἀπὸ τῶν ἔργων πορισθεῖσαν ἀφθονίαν τοῖς ἐργαζομένοις δικαίαν οὖσαν καὶ ἀπὸ τῶν οἰκείων πόνων ἠθροισμένην.

Plutarch, Perikles 1.4 5-6

“Often and quite contrarily, we look down on a laborer while delighting in his work”

πολλάκις δὲ καὶ τοὐναντίον χαίροντες τῷ ἔργῳ τοῦ δημιουργοῦ καταφρονοῦμεν

Hesiod, Works and Days, 289-90

“The gods made sweat the price for virtue.”

τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
ἀθάνατοι·

 

Pindar, Isthmian 1. 47

“People find different payment sweet for different work.”

μισθὸς γὰρ ἄλλοις ἄλλος ἐπ’ ἔργμασιν ἀνθρώποις
γλυκύς

 

Hesiod, Works and Days, 303

“Gods and men alike dislike a lazy man.”

τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες ὅς κεν ἀεργὸς.

Image result for Ancient Greek sisyphus vase

When an aristocrat co-opts the language of the proletariat…

Odyssey 15.321-324

“No mortal could rival me in work:
No one could best me at building a fire or dry wood,
At serving at the table, cooking meat or serving wine–
All those tasks lesser men complete for their betters.”

δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
πῦρ τ’ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.”

Odyssey, 18.366-383

“Eurymachus: I wish the two of us could have a labor-contest
In the height of spring when the days are drawing longer,
In the thickening grass. I would grip the curved scythe
And you could hold the same thing, so we could test each other
At work, fasting right up to dusk where the grass was thick.
And then the next day we could drive the oxen, the strongest ones,
Bright and large, both stuffed full with their food,
A pair of the same age, equally burdened, their strength unwavering.
I’d wish for a four-acre parcel to put under the plow.
Then you’d see me, how I would cut a furrow straight from end to end.
Or if, instead, Kronos’ son would send me a war today,
And I would have a shield and two spears
Matched with a bronze helmet well-fit to my temples.
Then you’d see me mixing it up in the front lines
And you wouldn’t bawl about, belittling my hungry stomach.”

“Εὐρύμαχ’, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ’ ἤματα μακρὰ πέλονται,
ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη·
εἰ δ’ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
αἴθωνες μεγάλοι, ἄμφω κεκορηότε ποίης,
ἥλικες ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
τετράγυον δ’ εἴη, εἴκοι δ’ ὑπὸ βῶλος ἀρότρῳ·
τῶ κέ μ’ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
εἰ δ’ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
καὶ κυνέη πάγχαλκος ἐπὶ κροτάφοισ’ ἀραρυῖα,
τῶ κέ μ’ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
οὐδ’ ἄν μοι τὴν γαστέρ’ ὀνειδίζων ἀγορεύοις.

Heard And Seen: Disagreeing With Thucydides About Women

Plutarch, On the Virtues of Women 1

“Klea, I do not have the same opinion as Thucydides concerning the virtue of women. For he claims that the best woman is the one who has the slimmest reputation among those outside her home, critical or positive—since he believes that the name of a good woman ought to be locked up and kept indoors just like her body.  Gorgias, in fact, is more appealing to me, since he insists that the fame rather than the form of a woman should be known to many. Indeed, the Roman practice seems best: granting praise to women in public after their death just as for men.

So, when Leontis, one of the best women died, you and I had a rather long conversation which did not lack philosophical solace; and now, just as you have asked, I have written down for you the rest of the things one can say supporting the assertion that the virtue of a man and woman are the same thing. This [composition] is historical and is not arranged for pleasurable hearing. But if some pleasure is possible in a persuasive piece thanks to the nature of its example, then the argument itself does not avoid some charm—that aid to explanation—nor is it reluctant to “mix the Graces in with the Muses, a most noble pairing”, in the words of Euripides, basing its credibility on the love of beauty which is a special province of the soul.”

Περὶ ἀρετῆς, ὦ Κλέα, γυναικῶν οὐ τὴν αὐτὴν τῷ Θουκυδίδῃ γνώμην ἔχομεν. ὁ μὲν γάρ, ἧς ἂν ἐλάχιστος ᾖ παρὰ τοῖς ἐκτὸς ψόγου πέρι ἢ ἐπαίνου λόγος, ἀρίστην ἀποφαίνεται, καθάπερ τὸ σῶμα καὶ τοὔνομα τῆς ἀγαθῆς γυναικὸς οἰόμενος δεῖν κατάκλειστον εἶναι καὶ ἀνέξοδον. ἡμῖν δὲ κομψότερος μὲν ὁ Γοργίας φαίνεται, κελεύων μὴ τὸ εἶδος ἀλλὰ τὴν δόξαν εἶναι πολλοῖς γνώριμον τῆς γυναικός· ἄριστα δ᾿ ὁ Ῥωμαίων δοκεῖ νόμος ἔχειν, ὥσπερ ἀνδράσι καὶ γυναιξὶ δημοσίᾳ μετὰ τὴν τελευτὴν τοὺς προσήκοντας ἀποδιδοὺς ἐπαίνους. διὸ καὶ Λεοντίδος τῆς ἀρίστης ἀποθανούσης, εὐθύς τε μετὰ σοῦ τότε πολὺν λόγον εἴχομεν οὐκ ἀμοιροῦντα παραμυθίας φιλοσόφου, καὶ νῦν, ὡς ἐβουλήθης, τὰ ὑπόλοιπα τῶν λεγομένων εἰς τὸ μίαν εἶναι καὶ τὴν αὐτὴν ἀνδρὸς καὶ γυναικὸς ἀρετὴν προσανέγραψά σοι, τὸ ἱστορικὸν ἀποδεικτικὸν ἔχοντα καὶ πρὸς ἡδονὴν μὲν ἀκοῆς οὐ συντεταγμένα. εἰ δὲ τῷ πείθοντι καὶ τὸ τέρπον ἔνεστι φύσει τοῦ παραδείγματος, τὸ ἱστορικὸν ἀποδεικτικὸν ἔχοντα καὶ πρὸς ἡδονὴν μὲν ἀκοῆς οὐ συντεταγμένα· εἰ δὲ τῷ πείθοντι καὶ τὸ τέρπον ἔνεστι φύσει τοῦ παραδείγματος, οὐ φεύγει χάριν ἀποδείξεως συνεργὸν ὁ λόγος οὐδ᾿ αἰσχύνεται

ταῖς Μούσαις
τὰς Χάριτας συγκαταμιγνὺς
καλλίσταν συζυγίαν,

ὡς Εὐριπίδης φησίν, ἐκ τοῦ φιλοκάλου μάλιστα τῆς ψυχῆς ἀναδούμενος τὴν πίστιν.

 

Image result for Ancient Roman Women

Telesilla: Argive Woman, Warrior Poet

From Pausanias,  2.20.8-10

“Beyond the theater is the shrine of Aphrodite. In front of the foundation is a stele on which Telesilla, a poet of lyric, is depicted. Her books are tossed near her feet while she looks at the helmet she holds in her hand as she is about to put it on her head. Telesilla was famous among women and especially honored for her poetry.

But a greater story about her comes from when the Argives were bested by Kleomenes the son of Alexandrides and the Lakedaimonians. Some Argives died during the battle itself and however many fled to the grove of Ares died there too—at first they left the grove under an armistice but they realized they were deceived and were burned with the rest in the grove. As a result, Kleomenes led the Spartans to an Argos bereft of men.

But Telesilla stationed on the wall of the city all the slaves who were unable to bear arms because of youth or old age and, after collecting however many weapons had been left in homes or in the shrines, she armed all the women at the strongest age and once she had armed herself they took up posts were the army was going to attack.

When the Spartans came near and the women were not awestruck by their battle-cry but waited and were fighting bravely, then the Spartans, because they reasoned that if they killed the women the victory would be ill-rumored even as their own defeat would come with great insult, yielded to the women.

The Pythian priestess had predicted this contest earlier in the prophecy relayed by Herodotus who may or may not have understood it (6.77):

But when the female conquers the male
And drives him away and wins glory for the Argives,
It will make many Argive women tear their cheeks.

These are the words of the oracle on the women’s accomplishment.”

ὑπὲρ δὲ τὸ θέατρον ᾿Αφροδίτης ἐστὶν ἱερόν, ἔμπροσθεν δὲ τοῦ ἕδους Τελέσιλλα ἡ ποιήσασα τὰ ᾄσματα ἐπείργασται στήλῃ· καὶ βιβλία μὲν ἐκεῖνα ἔρριπταί οἱ πρὸς τοῖς ποσίν, αὐτὴ δὲ ἐς κράνος ὁρᾷ κατέχουσα τῇ χειρὶ καὶ ἐπιτίθεσθαι τῇ κεφαλῇ μέλλουσα. ἦν δὲ ἡ Τελέσιλλα καὶ ἄλλως ἐν ταῖς γυναιξὶν εὐδόκιμος καὶ μᾶλλον ἐτιμᾶτο ἔτι ἐπὶ τῇ ποιήσει. συμβάντος δὲ ᾿Αργείοις ἀτυχῆσαι λόγου μειζόνως πρὸς Κλεομένην τὸν ᾿Αναξανδρίδου καὶ Λακεδαιμονίους, καὶ τῶν μὲν ἐν αὐτῇ πεπτωκότων τῇ μάχῃ, ὅσοι δὲ ἐς τὸ ἄλσος τοῦ ῎Αργου κατέφευγον διαφθαρέντων καὶ τούτων, τὰ μὲν πρῶτα ἐξιόντων κατὰ ὁμολογίαν, ὡς δὲ ἔγνωσαν ἀπατώμενοι συγκατακαυθέντων τῷ ἄλσει τῶν λοιπῶν, οὕτω τοὺς Λακεδαιμονίους Κλεομένης ἦγεν ἐπὶ ἔρημον ἀνδρῶν τὸ ῎Αργος. Τελέσιλλα δὲ οἰκέτας μὲν καὶ ὅσοι διὰ νεότητα ἢ γῆρας ὅπλα ἀδύνατοι φέρειν ἦσαν, τούτους μὲν πάντας ἀνεβίβασεν ἐπὶ τὸ τεῖχος, αὐτὴ δὲ ὁπόσα ἐν ταῖς οἰκίαις ὑπελείπετο καὶ τὰ ἐκ τῶν ἱερῶν ὅπλα ἀθροίσασα τὰς ἀκμαζούσας ἡλικίᾳ τῶν γυναικῶν ὥπλιζεν, ὁπλίσασα δὲ ἔτασσε κατὰ τοῦτο ᾗ τοὺς πολεμίους προσιόντας ἠπίστατο. ὡς δὲ <ἐγγὺς> ἐγίνοντο οἱ Λακεδαιμόνιοι καὶ αἱ γυναῖκες οὔτε τῷ ἀλαλαγμῷ  κατεπλάγησαν δεξάμεναί τε ἐμάχοντο ἐρρωμένως, ἐνταῦθα οἱ Λακεδαιμόνιοι, φρονήσαντες ὡς καὶ διαφθείρασί σφισι τὰς γυναῖκας ἐπιφθόνως τὸ κατόρθωμα ἕξει καὶ σφαλεῖσι μετὰ ὀνειδῶν γενήσοιτο ἡ συμφορά, ὑπείκουσι ταῖς γυναιξί. πρότερον δὲ ἔτι τὸν ἀγῶνα τοῦτον προεσήμηνεν ἡ Πυθία, καὶ τὸ λόγιον εἴτε ἄλλως εἴτε καὶ ὡς συνεὶς ἐδήλωσεν ῾Ηρόδοτος·

ἀλλ’ ὅταν ἡ θήλεια τὸν ἄρρενα νικήσασα
ἐξελάσῃ καὶ κῦδος ἐν ᾿Αργείοισιν ἄρηται,
πολλὰς ᾿Αργείων ἀμφιδρυφέας τότε θήσει.

τὰ μὲν ἐς τὸ ἔργον τῶν γυναικῶν ἔχοντα τοῦ χρησμοῦ ταῦτα ἦν·

Telesilla

Plutarch, On the Virtues of Women 245d-f6 reports a version of this tale; the Suda (s.v. Telesilla) likely takes its account from Pausanias.

“Telesilla, a poetess. On a stele her books are tossed around and she has placed a helmet on her head. And When the Lakedaimonians slaughtered the Argives who had fled to a shrine and were heading to the city to sack it, then Telesilla armed the women of the right age and set them against where they were marching. When the Lakedaimonians saw this, they turned back because they believed it shameful to fight against women whom it would be inglorious to conquer but a great reproached to be defeated by….” [the oracle is listed next”

Τελέσιλλα, ποιήτρια. ἐπὶ στήλης τὰ μὲν βιβλία ἀπέρριπτε, κράνος δὲ τῇ κεφαλῇ περιέθηκε. καὶ γὰρ ὅτε Λακεδαιμόνιοι τοὺς ἐν τῷ ἱερῷ τοῦ ῎Αργους καταφυγόντας διέφθειρον καὶ πρὸς τὴν πόλιν ᾔεσαν ὡς αἱρήσοντες, τότε Τελέσιλλα τὰς ἐν ἡλικίᾳ γυναῖκας ὁπλίσασα ὑπήντησεν οἷ προσῄεσαν. ὅπερ ἰδόντες οἱ Λακεδαιμόνιοι ἐς τοὐπίσω ὑπέστρεψαν, αἰσχρὸν νομίσαντες γυναιξὶ πολεμεῖν, ἃς καὶ τὸ νικᾶν ἄδοξον καὶ ἡττᾶσθαι μέγα ὄνειδος. ἐς τοῦτο καὶ ὁ χρησμὸς πεπλήρωτο, ᾿Αργείοις λέγων· ἀλλ’ ὅταν ἡ θήλεια τὸν ἄρρενα νικήσασα ἐξελάσῃ καὶ κῦδος ᾿Αργείοισιν ἄρηται, πολλὰς ᾿Αργείων ἀμφιδρυφέας τότε θήσει.

The extant fragments of Telesilla are not much to work with (each line is a separate fragment:

ἁ δ’ ῎Αρτεμις, ὦ κόραι,

φεύγοισα τὸν ᾿Αλφεόν

φιληλιάς,

†βελτιώτας

δῖνον.

οὐλοκίκιννε

〚ποιητριαν〛

〚Τελεσ̣ι̣λ̣λα̣ν̣〛

The Difference between Being Tipsy and Being Drunk, A Critical Holiday Debate

N.B. ὁ νήφων, “sober”

ὁ ἀκροθώραξ, “tipsy”

ὁ μεθύων, “drunk”

ὁ δὲ παντάπασι μεθύων, “shit-faced”

Plutarch, Moralia 653: Table-Talk Book 3, Question 8

Why are those who are actually drunk, less messed up than those we call tipsy?

“Since we have hassled Aristotle,” my father said, “Shouldn’t we also try to say something particular about those who are called “tipsy”. For even though he was the sharpest in these kinds of explorations, he seems to me to have insufficiently examined the cause of this. For he says, I think, that it is possible for a sober man to make a judgment well and in line with reality while one who is pretty drunk is too wrecked to have control over his perception even as one who is only tipsy remains strong in imagination but has compromised logic. For this reason, he makes judgments and does it badly because he following imaginary things. What do you think about these things?” He said.

“When I was reading this,” I said, “the argument was fine regarding the cause. But if you want me to work up some contribution of my own, look first at whether we should credit the difference you have mentioned to the body. For, the tipsy mind alone is messed up, the body is still capable of serving impulses because it is not yet completely permeated. But when the body is overcome and soaked, it betrays its movements and ignores them and it does not move on to actual deeds. Those who have a body that still responds to them are reproved not by their lack of logical thought but by their greater strength.”

Then I said, “And, if we were to consider it from another principle, nothing stops the strength of wine from being variable and from changing alongside its amount. In the same way, fire, if it is measured, gives strength and hardness to pottery; but if it strikes it too much, it melts it and makes it liquid. In another way, spring revives and increases fevers as it begins while the heat of summer settles them and makes them desist.

Therefore, what prevents the mind, once it is moved by wine naturally, when it has been disturbed and excited, from calming and settling down as drinking increases? Hellebore has at its onset of purging pain for the body. But if less then the right amount is given, it disturbs but does not cleanse. And some people are made a little manic when they have a smaller does of sleeping medicine, but sleep once they take more.”

Image result for Ancient Greek drinking vessels

Διὰ τί τῶν ἀκροθωράκων λεγομένων οἱ σφόδρα μεθύοντες ἧττον παρακινητικοί εἰσιν

 “Οὐκοῦν,” εἶπεν ὁ πατήρ, “ἐπεὶ παρακεκινήκαμεν τὸν Ἀριστοτέλη, καὶ περὶ τῶν ἀκροθωράκων τι καλουμένων ἴδιον ἐπιχειρήσομεν εἰπεῖν; οὐ γὰρ ἱκανῶς μοι δοκεῖ, καίπερ ὀξύτατος ὢν ἐν τοῖς τοιούτοις ζητήμασι, διηκριβωκέναι τὴν αἰτίαν. φησὶ γὰρ οἶμαι τοῦ μὲν νήφοντος εὖ καὶ κατὰ τὰ ὄντα κρίνειν τὸν λογισμόν, τοῦ δ᾿ ἄγαν μεθύοντος ἐκλελυμένην κατέχεσθαι τὴν αἴσθησιν, τοῦ δ᾿ ἀκροθώρακος ἔτι μὲν ἰσχύειν τὸ φανταστικὸν ἤδη δὲ τεταράχθαι τὸ λογιστικόν· διὸ καὶ κρίνειν καὶ κακῶς κρίνειν ἐπακολουθοῦντα7 ταῖς φαντασίαις. ἀλλὰ πῶς,” εἶπεν, “ὑμῖν δοκεῖ περὶ τούτων;”

 “Ἐμοὶ μέν,” ἔφην, “ἐπισκοποῦντι κατ᾿ ἐμαυτὸν ἀποχρῶν οὗτος ἦν πρὸς τὴν αἰτίαν ὁ λόγος· εἰ δὲ κελεύεις ἴδιόν τι κινεῖν, ὅρα πρῶτον εἰ τὴν εἰρημένην διαφορὰν ἐπὶ τὸ σῶμα μετοιστέον ἐστίν. τῶν γὰρ ἀκροθωράκων ἡ διάνοια μόνον τετάρακται, τὸ δὲ σῶμα ταῖς ὁρμαῖς ἐξυπηρετεῖν δύναται, μήπω βεβαπτισμένον· ὅταν δὲ κατασεισθῇ καὶ πιεσθῇ, προδίδωσι τὰς ὁρμὰς καὶ παρεῖται, μέχρι γὰρ ἔργων οὐ πρόεισιν· ἐκεῖνοι δὲ τὸ σῶμα συνεξαμαρτάνον ἔχοντες οὐ τῷ μᾶλλον ἀλογιστεῖν ἀλλὰ τῷ μᾶλλον ἰσχύειν ἐλέγχονται. ἀπ᾿ ἄλλης δ᾿,” εἶπον, “ἀρχῆς σκοποῦντι τοῦ οἴνου τὴν δύναμιν οὐδὲν κωλύει ποικίλην εἶναι καὶ τῇ ποσότητι συμμεταβάλλουσαν· ὥσπερ τὸ πῦρ τὸν κέραμον, ἂν μὲν ᾖ μέτριον, συγκρατύνει καὶ πήγνυσιν, ἂν δ᾿ ὑπερβολῇ πλήξῃ, συνέτηξε καὶ ῥεῖν ἐποίησεν· ἀνάπαλιν δ᾿ ἡ ὥρα τοὺς πυρετοὺς ἀρχομένη μὲν ἀνακινεῖ καὶ ἐκκαίει, προϊούσης δὲ μᾶλλον καθίστανται καὶ ἀπολήγουσιν. τί οὖν κωλύει καὶ τὴν διάνοιαν ὑπὸ τοῦ οἴνου φυσικῶς κινουμένην, ὅταν ταραχθῇ καὶ παροξυνθῇ, πάλιν ἀνίεσθαι καὶ καθίστασθαι πλεονάζοντος; ὁ γοῦν ἑλλέβορος ἀρχὴν τοῦ καθαίρειν ἔχει τὸ ταράττειν τὸν ὄγκον· ἂν οὖν ἐλάτων τοῦ μετρίου δοθῇ, ταράττει μὲν οὐδὲν δὲ καθαίρει. καὶ τῶν ὑπνωτικῶν ἔνιοι λαβόντες ἐνδοτέρω τοῦ μετρίου θορυβωδέστερον διατίθενται, πλέον δὲ λαβόντες καθεύδουσιν.

Dinner Conversation Prompts from Plutarch: Old Men and Strong Wine

If you experience any lulls in conversation during your holiday meals and gatherings, here’s another topic ready-to-hand.

Plutarch, “Table-Talk”, Moralia 624: Why Do Old Men Prefer Strong Wine?

“Next was examined the issue of old men, in particular why they enjoy drinking stronger wine. Some were supposing that their core, which is rather cold and difficult to warm, appearsto accord well with a stronger proof. This was not at all sufficient, in the light of cause nor in that they said anything true. For, in respect to the rest of the senses, the same thing happens: old men are hard to move, hard to change in regards to experiences of this sort, unless they fall on him with full strength and no subtlety. The reason for this is the decline of his constitution. Because it is weakened and dulled, it prefers to be struck hard.

Therefore stronger flavors are more to the taste of old men. Their sense of smell undergoes similar alterations regarding odors—for it is moved to pleasure by those that are really pure and pressing. Their sense of touch is harmed by scars and while they suffer wounds from time to time, they don’t really feel them. Similar too is their sense of hearing—musicians as they grow old play more sharply and loudly as if trying to wake up their senses with the clash  of sound. The treatment that gives steel an edge provides the body’s perception with breath. When this begins to surrender and is weak, the senses are left dull and muddy and needing some shaking—this is what need strong wine fills.”

Image result for Ancient Greek old man drinking

Διὰ τί μᾶλλον ἀκράτῳ χαίρουσιν οἱ γέροντες

Ἐζητεῖτο περὶ τῶν γερόντων, διὰ τί μᾶλλον ἀκρατοτέρῳ τῷ ποτῷ χαίρουσιν. οἱ μὲν οὖν κατεψυγμένην τὴν ἕξιν αὐτῶν καὶ δυσεκθέρμαντον οὖσαν οἰόμενοι διὰ τοῦτο τῇ σφοδρότητι τῆς κράσεως ἐναρμόττειν ἐφαίνοντο κοινόν τι καὶ πρόχειρον οὐχ ἱκανὸν δὲ πρὸς τὴν αἰτίαν οὐδ᾿ ἀληθὲς λέγοντες· καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ αὐτὸ συμβέβηκεν· δυσκίνητοι γάρ εἰσι καὶ δυσμετάβλητοι πρὸς τὰς ἀντιλήψεις τῶν ποιοτήτων, ἂν μὴ κατάκοροι καὶ σφοδραὶ προσπέσωσιν. αἰτία δ᾿ ἡ τῆς ἕξεως ἄνεσις· ἐκλυομένη γὰρ καὶ ἀτονοῦσα πλήττεσθαι φιλεῖ. διὸ τῇ τε γεύσει μάλιστα τοὺς δηκτικοὺς προσίενται χυμούς, ἥ τ᾿ ὄσφρησις αὐτῶν ὅμοια πέπονθε πρὸς τὰς ὀσμάς, κινεῖται γὰρ ὑπὸ τῶν ἀκράτων καὶ σφοδρῶν ἥδιον· ἡ δ᾿ ἁφὴ πρὸς τὰ ἕλκη δυσπαθής, τραύματα γὰρ ἐνίοτε λαμβάνοντες οὐ μάλα πονοῦσιν· ὁμοιότατον δὲ γίγνεται τὸ τῆς ἀκοῆς, οἱ γὰρ μουσικοὶ γηρῶντες ὀξύτερον ἁρμόζονται καὶ σκληρότερον οἷον ὑπὸ πληγῆς τῆς συντόνου φωνῆς ἐγείροντες τὸ αἰσθητήριον. ὅ τι γὰρ σιδήρῳ πρὸς ἀκμὴν στόμωμα, τοῦτο σώματι πνεῦμα παρέχει πρὸς αἴσθησιν· ἐνδόντος δὲ τούτου καὶ χαλάσαντος, ἀργὸν ἀπολείπεται καὶ γεῶδες τὸ αἰσθητήριον καὶ σφοδροῦ τοῦ νύττοντος, οἷον ὁ ἄκρατός ἐστι δεόμενον.

If I were in this conversation I would add: the older man also needs to urinate more frequently. A stronger drink means less liquid consumed for the desired result. And, therefore, fewer trips to the bathroom.

Safe Dinner Topics from Antiquity: Chicken or Egg?

Plutarch, Moralia: Table-Talk, Question 3, Book 2—Whether the Bird or the Egg Came First

“I had been refraining from eggs for a very long time because of a certain dream. In this, I meant to test by an egg as a Carian would this dream which had come to me vividly and often. When I was dining at the home of Sossios Senecius, the guests developed some suspicion that I was done in by Orphic beliefs of Pythagorean notions and that I thought the egg should be sacred, like a heart or a brain, because it was the initial principle of creation. Alexander the Epicurean joked “Eating beans is like eating your parents’ heads”.

See, these call eggs ‘beans’, playing on the word for conception (kuêsis) and they believe that eating eggs is not at all different from dining on the creatures who gave birth to the eggs. To tell my dream to an Epicurean was probably a less logical as an explanation than the cause itself. Or this reason, I said nothing against their beliefs but messed with Alexander a little. For he was a charming man and a fine philologist.”

Image result for Ancient Greek egg
Black Figure Eggs from Child’s Tomb, 5th Century BCE

Πότερον ἡ ὄρνις πρότερον ἢ τὸ ᾠὸν ἐγένετο

 Ἐξ ἐνυπνίου τινὸς ἀπειχόμην ᾠῶν πολὺν ἤδη χρόνον παρὰ τοῦτο ποιούμενος, ἐν ᾠ ῷ καθάπερ ἐν Καρὶ διάπειραν λαβεῖν τῆς ὄψεως ἐναργῶς μοι πολλάκις γενομένης· ὑπόνοιαν μέντοι παρέσχον, ἑστιῶντος ἡμᾶς Σοσσίου Σενεκίωνος, ἐνέχεσθαι δόγμασιν Ὀρφικοῖς ἢ Πυθαγορικοῖς καὶ τὸ ᾠόν, ὥσπερ ἔνιοι καρδίαν καὶ ἐγκέφαλον, ἀρχὴν ἡγούμενος γενέσεως ἀφοσιοῦσθαι· καὶ προὔφερεν Ἀλέξανδρος ὁ Ἐπικούρειος ἐπὶ γέλωτι τὸ

ἶσόν τοι κυάμους ἔσθειν κεφαλάς τε τοκήων,

ὡς δὴ κυάμους τὰ ᾠὰ διὰ τὴν κύησιν αἰνιττομένων τῶν ἀνδρῶν, διαφέρειν δὲ μηδὲν οἰομένων τὸ ἐσθίειν ᾠὰ τοῦ χρῆσθαι τοῖς τίκτουσι τὰ ᾠὰ ζῴοις. ἐγίγνετο δὴ τὸ τῆς αἰτίας ἀπολόγημα τῆς αἰτίας αὐτῆς ἀλογώτερον, Ἐπικουρείῳ λέγειν ἐνύπνιον. ὅθεν οὐ παρῃτούμην τὴν δόξαν ἅμα προσπαίζων τι τῷ Ἀλεξάνδρῳ· καὶ γὰρ ἦν χαρίεις καὶ φιλόλογος

Want to Make Friends at Holiday Parties? Plutarch on Why Drinking is Useful

Plutarch, Moralia 644e: Table-Talk, On the Usefulness of Drinking for Getting to Know People

“When the Poet Simonides, my Sossios Senecios, saw a stranger at a drinking party sitting there in silence and talking to no one he said “Man, if you are a fool, you are doing something wise; but if you are wise, you are doing a foolish thing.” For, as Heraclitus says, “it is better to hide ignorance” and it is really hard to do this while drinking “which makes even a very wise man sing / and causes him to laugh gently and dance /and then to speak whatever word which was unsaid” [Hom. Od. 14.464-6).

In this, it seems to me, the poet demonstrates the differences between being a little tipsy and drunkenness. For song, merriment, dancing and dancing are coming to those who have drunk moderately. But talking too much and saying what is better kept silent is the work of too much wine, of being drunk. For this reason also, Plato believes that we can see the character of most men while drinking, as Homer said, “those two did not learn one another’s nature even at the table”.

It is clear that Homer knows the talkativeness of wine and how it creates much conversation. For it is not possible to know people who sit eating and drinking in silence. Drinking leads to chatting, and by chatting someone emerges and much that is otherwise hidden is disclosed—drinking together provides some way of getting to know each other.

For this reason, it is not wrong to chastise Aesop, “Why are you searching out these gateways, sir, through which different people can gaze upon the mindset of one another? This lays waste our well made modes of behavior, from the most basic custom by which we were trained, as if by a teacher.” This is why drinking is useful to both Aesop and Plato, and for anyone else looking for a method of inquiry.

Image result for Ancient Greek drinking party

Σιμωνίδης ὁ ποιητής, ὦ Σόσσιε Σενεκίων, ἔν τινι πότῳ ξένον ἰδὼν κατακείμενον σιωπῇ καὶ μηδενὶ διαλεγόμενον, “ὦ ἄνθρωπ᾿,” εἶπεν, “εἰ μὲν ἠλίθιος εἶ, σοφὸν πρᾶγμα ποιεῖς· εἰ δὲ σοφός, ἠλίθιον.” “ἀμαθίην γὰρ ἄμεινον,” ὥς φησιν Ἡράκλειτος, “κρύπτειν,” ἔργον δ᾿ ἐν ἀνέσει καὶ παρ᾿ οἶνον

ὅστ᾿ ἐφέηκε πολύφρονά περ μάλ᾿ ἀεῖσαι,
καί θ᾿ ἁπαλὸν γελάσαι καί τ᾿ ὀρχήσασθαι ἀνῆκεν,
καί τι ἔπος προέηκεν, ὅπερ τ᾿ ἄρρητον ἄμεινον·

οἰνώσεως ἐνταῦθα τοῦ ποιητοῦ καὶ μέθης, ὡς ἐμοὶ δοκεῖ, διαφορὰν ὑποδεικνύντος. ᾠδὴ μὲν γὰρ καὶ γέλως καὶ ὄρχησις οἰνουμένοις μετρίως ἔπεισι· τὸ δὲ λαλεῖν καὶ λέγειν, ἃ βέλτιον ἦν σιωπᾶν, παροινίας ἤδη καὶ μέθης ἔργον ἐστίν. διὸ καὶ Πλάτων ἐν οἴνῳ μάλιστα καθορᾶσθαι τὰ ἤθη τῶν πολλῶν νομίζει, καὶ Ὅμηρος εἰπὼν

οὐδὲ τραπέζῃ / γνώτην ἀλλήλων

δῆλός ἐστιν εἰδὼς τὸ πολύφωνον τοῦ οἴνου καὶ λόγων πολλῶν γόνιμον. οὐ γὰρ ἔστι τρωγόντων σιωπῇ καὶ πινόντων γνῶσις· ἀλλ᾿ ὅτι τὸ πίνειν εἰς τὸ λαλεῖν προάγεται, τῷ δὲ λαλεῖν ἐμφαίνεται καὶ τὸ ἀπογυμνοῦσθαι πολλὰ τῶν ἄλλως λανθανόντων, παρέχει τινὰ τὸ συμπίνειν κατανόησιν ἀλλήλων· ὥστε μὴ φαύλως ἂν ἐπιτιμῆσαι τῷ Αἰσώπῳ· “τί τὰς θυρίδας, ὦ μακάριε, ζητεῖς ἐκείνας, δι᾿ ὧν ἄλλος ἄλλου κατόψεται τὴν διάνοιαν; ὁ γὰρ οἶνος ἡμᾶς ἀνοίγει καὶ δείκνυσιν οὐκ ἐῶν ἡσυχίαν ἄγειν, ἀλλ᾿ ἀφαιρῶν τὸ πλάσμα καὶ τὸν σχηματισμόν, ἀπωτάτω τοῦ νόμου καθάπερ παιδαγωγοῦ γεγονότων.” Αἰσώπῳ μὲν οὖν καὶ Πλάτωνι, καὶ εἴ τις ἄλλος ἐξετάσεως τρόπου δεῖται, πρὸς τοῦτο χρήσιμον ὁ ἄκρατος·

 

The Child-Killing Lamia: What’s Really Scary on Halloween is Misogyny

This is the second post about ancient Greek Vampires. The first looked at the Empousa. 

Lucian, Lover of Lies 2

“…these are various and disturbing tales, able to rattle the minds of children who still fear Mormo and Lamia.”

πάνυ ἀλλόκοτα καὶ τεράστια μυθίδια παίδων ψυχὰς κηλεῖν δυνάμενα ἔτι τὴν Μορμὼ καὶ τὴν Λάμιαν δεδιότων.

The Lamia (or, just Lamia to her friends) is one of the figures from Greek myth who seems like a frightening monster but really is a particular distillation of misogyny. She is often called a Greek ‘vampire’ along with Empousa. Unlike the latter, however, Lamia is specifically associated with killing children.

Diodorus Siculus, 20.40

“At the rock’s root there was a very large cave which was roofed with ivy and bryony in which the myths say the queen Lamia, exceptional for her beauty, was born. But, because of the beastliness of her soul, they say that her appearance has become more monstrous in the time since then.

For, when all her children who were born died, she was overwhelmed by her suffering and envied all the women who were luckier with their children. So she ordered that the infants be snatched from their arms and killed immediately. For this reason, even in our lifetime, the story of that women has lingered among children and the mention of her name is most horrifying to them.

But, whenever she was getting drunk, she would allow people to do whatever pleased them without observation. Because she was not closely watching everything at that time, the people in that land imagined that she could not see. This is why the myth developed that she put her eyes into a bottle, using this story a metaphor for the carelessness she enacted in wine, since that deprived her of sight.”

 περὶ δὲ τὴν ῥίζαν αὐτῆς ἄντρον ἦν εὐμέγεθες, κιττῷ καὶ σμίλακι συνηρεφές, ἐν ᾧ μυθεύουσι γεγονέναι βασίλισσαν Λάμιαν τῷ κάλλει διαφέρουσαν· διὰ δὲ τὴν τῆς ψυχῆς ἀγριότητα διατυπῶσαί φασι τὴν ὄψιν αὐτῆς τὸν μετὰ ταῦτα χρόνον θηριώδη. τῶν γὰρ γινομένων αὐτῇ παίδων ἁπάντων τελευτώντων βαρυθυμοῦσαν ἐπὶ τῷ πάθει καὶ φθονοῦσαν ταῖς τῶν ἄλλων γυναικῶν εὐτεκνίαις κελεύειν ἐκ τῶν ἀγκαλῶν ἐξαρπάζεσθαι τὰ βρέφη καὶ παραχρῆμα ἀποκτέννειν. διὸ καὶ καθ᾿ ἡμᾶς μέχρι τοῦ νῦν βίου παρὰ τοῖς νηπίοις διαμένειν τὴν περὶ τῆς γυναικὸς ταύτης φήμην καὶ φοβερωτάτην αὐτοῖς εἶναι τὴν ταύτης προσηγορίαν. ὅτε δὲ μεθύσκοιτο, τὴν ἄδειαν διδόναι πᾶσιν ἃ βούλοιντο ποιεῖν ἀπαρατηρήτως. μὴ πολυπραγμονούσης οὖν αὐτῆς κατ᾿ ἐκεῖνον τὸν χρόνον τὰ γινόμενα τοὺς κατὰ τὴν χώραν ὑπολαμβάνειν μὴ βλέπειν αὐτήν· καὶ διὰ τοῦτ᾿ ἐμυθολόγησάν τινες ὡς εἰς ἄρσιχον ἐμβάλοι τοὺς ὀφθαλμούς, τὴν ἐν οἴνῳ συντελουμένην ὀλιγωρίαν εἰς τὸ προειρημένον μέτρον μεταφέροντες, ὡς τούτου παρῃρημένου τὴν ὅρασιν.

Euripides, fr. 472m (=Diodorus Siculus 20.41.6)

“Who does not know my name, most hateful to men,
The Lamia, a Libyan by birth?”

τίς τοὐ<μὸν ὄ>νομα τοὐπονείδιστον βροτοῖς
οὐκ οἶδε Λαμίας τῆς Λιβυστικῆς γένος;

The story of why Lamia killed children gets a little more depressing in the Fragments of the Greek Historians

Duris, BNJ 76 F17 [= Photios s.v. Lamia]

“In the second book of his Libyan History, Duris reports that Lamia was a fine looking woman but after Zeus had sex with her, Hera killed the children she bore because she was envious. As a result she was disfigured by grief and would seize and kill the children of others.”

ταύτην ἐν τῆι Λιβύηι Δοῦρις ἐν δευτέρωι Λιβυκῶν ἱστορεῖ γυναῖκα καλὴν γενέσθαι, μιχθέντος δ᾽ αὐτῆι Διὸς ὑφ᾽ ῞Ηρας ζηλοτυπουμένην ἃ ἔτικτεν ἀπολλύναι· διόπερ ἀπὸ τῆς λύπης δύσμορφον γεγονέναι καὶ τὰ τῶν ἄλλων παιδία ἀναρπάζουσαν διαφθείρειν.

Elsewhere, the evidence of narratives about Lamia are rather limited. She becomes just another negative, female monster.

Suda, Lambda 85

“Lamia: a monster. The name comes from having a gaping throat, laimia and lamia. Aristophanes: “It has the smell of a seal, the unwashed balls of a Lamia.” For testicles are active—and he is making a fantasy image of Lamia’s balls, since she is female.

Λάμια: θηρίον. ἀπὸ τοῦ ἔχειν μέγαν λαιμόν, λαίμια καὶ λάμια. ᾿Αριστοφάνης· φώκης δ’ εἶχεν ὀσμήν, λαμίας ὄρχεις ἀπολύτους. δραστικοὶ γὰρ οἱ ὄρχεις. εἰδωλοποιεῖ δέ τινας ὄρχεις λαμίας· θῆλυ γάρ.

Unlike Empousa and some others, Lamia is interestingly integrated in some other genealogical traditions.

Schol. G ad Ap. Rhodes 4.825-831

“Stesichorus says in his Skylla, regarding her form, that Skylla is the daughter of Lamia.”

Στησίχορος δὲ ἐν τῇ Σκύλλῃ †εἶδός τινος† Λαμίας τὴν Σκύλλαν φησὶ θυγατέρα εἶναι.

Pausanias on Phocis, 12

“There is a crag rising up over the ground on which the Delphians claim that a woman stood singing oracles, named Hêrophilê but known as Sibyl. There is the earlier Sibyl, the one I have found to be equally as old as the others, whom the Greeks claim is the daughter of Zeus and Lamia, the daughter of Poseidon. She was the first woman to sing oracles and they say that she was named Sibyl by the Libyans. Hêrophilê was younger than here, but she was obviously born before the Trojan War since she predicted Helen in her oracles, that was raised up in Sparta as the destruction for Asia and Europe and that Troy would be taken by the Greeks because of her.”

XII. Πέτρα δέ ἐστιν ἀνίσχουσα ὑπὲρ τῆς γῆς· ἐπὶ ταύτῃ Δελφοὶ στᾶσάν φασιν ᾆσαι τοὺς χρησμοὺς γυναῖκα ὄνομα Ἡροφίλην, Σίβυλλαν δὲ ἐπίκλησιν. τὴν δὲ πρότερον γενομένην, ταύτην ταῖς μάλιστα ὁμοίως οὖσαν ἀρχαίαν εὕρισκον, ἣν θυγατέρα Ἕλληνες Διὸς καὶ Λαμίας τῆς Ποσειδῶνός φασιν εἶναι, καὶ χρησμούς τε αὐτὴν γυναικῶν πρώτην ᾆσαι καὶ ὑπὸ τῶν Λιβύων Σίβυλλαν λέγουσιν ὀνομασθῆναι. ἡ δὲ Ἡροφίλη νεωτέρα μὲν ἐκείνης, φαίνεται δὲ ὅμως πρὸ τοῦ πολέμου γεγονυῖα καὶ αὕτη τοῦ Τρωικοῦ, καὶ Ἑλένην τε προεδήλωσεν ἐν τοῖς χρησμοῖς, ὡς ἐπ᾿ ὀλέθρῳ τῆς Ἀσίας καὶ Εὐρώπης τραφήσοιτο ἐν Σπάρτῃ, καὶ ὡς Ἴλιον ἁλώσεται δι᾿ αὐτὴν ὑπὸ Ἑλλήνων.

Dionysus of Halicarnassus, On Thucydides 6

“Foremost he differed from previous authors in this, by which I mean how he took on a subject that was not a single thread nor one divided in many different and also disconnected parts. And then, because did not include mythical material in his work and he did not use his writing for the deception and bewitchment of many, as every author before him did when they told the stories of certain Lamiai rising up from the earth in groves and glens and of amphibious Naiads rushing out of Tartaros, half-beasts swimming through the seas and then joining together in groups among humans, and producing offspring of mortals and gods, demigods—and other stories which seem extremely unbelievable and untrustworthy to us now.”

πρῶτον μὲν δὴ κατὰ τοῦτο διήλλαξε τῶν πρὸ αὐτοῦ συγγραφέων, λέγω δὲ κατὰ τὸ λαβεῖν ὑπόθεσιν μήτε μονόκωλον παντάπασι μήτ᾿ εἰς πολλὰ μεμερισμένην καὶ ἀσυνάρτητα κεφάλαια· ἔπειτα κατὰ τὸ μηδὲν αὐτῇ μυθῶδες προσάψαι, μηδ᾿ εἰς ἀπάτην καὶ γοητείαν τῶν πολλῶν ἐκτρέψαι τὴν γραφήν, ὡς οἱ πρὸ αὐτοῦ πάντες ἐποίησαν, Λαμίας τινὰς ἱστοροῦντες ἐν ὕλαις καὶ νάπαις ἐκ γῆς ἀνιεμένας, καὶ Ναΐδας ἀμφιβίους ἐκ Ταρτάρων ἐξιούσας καὶ διὰ πελάγους νηχομένας καὶ μιξόθηρας, καὶ ταύτας εἰς ὁμιλίαν ἀνθρώποις συνερχομένας, καὶ ἐκ θνητῶν καὶ θείων συνουσιῶν γονὰς ἡμιθέους, καὶ ἄλλας τινὰς ἀπίστους τῷ καθ᾿ ἡμᾶς βίῳ καὶ πολὺ τὸ ἀνόητον ἔχειν δοκούσας ἱστορίας.

There is another variant name–she might get her own entry some day

Suda, s.v.Μορμώ 

Mormô, in the genitive Mormous, declined like Sappho. There is also the form Mormôn, genitive Mormonos. Aristophanes says “I ask you, take this Mormo away from me”. This meant to dispel frightening things. For Mormo is frightening. And again in Aristophanes: “A Mormo for courage”. There is also a mormalukeion which they also call a Lamia. They also frightening things this.

Μορμώ: λέγεται καὶ Μορμώ, Μορμοῦς, ὡς Σαπφώ. καὶ Μορμών, Μορμόνος. Ἀριστοφάνης: ἀντιβολῶ σ’, ἀπένεγκέ μου τὴν Μορμόνα. ἄπο τὰ φοβερά: φοβερὰ γὰρ ὑπῆρχεν ἡ Μορμώ. καὶ αὖθις Ἀριστοφάνης: Μορμὼ τοῦ θράσους. μορμολύκειον, ἣν λέγουσι Λαμίαν: ἔλεγον δὲ οὕτω καὶ τὰ φοβερά.

 In some traditions, Lamia became proverbial

Plutarch, De Curiositate [On Being a Busybod y] 516a

“Now, just as in the myth they say that Lamia sleeps at home, putting her eyes set aside in some jar, but when she goes out she puts them back in and peers around, in the same way each of us puts his curiosity, as if fitting in an eye, into meanness towards others. But we often stumble over our own mistakes and faults because of ignorance, since we fail to secure sight or light for them.

For this reason, a busybody is rather useful to his enemies, since he rebukes and emphasizes their faults and shows them what they should guard and correct, even as he overlooks most of his own issues thanks to his obsession with everyone else. This is why Odysseus did not stop to speak with his mother before he inquired from the seer about those things for which he had come to Hades. Once he had made his inquiry, he turned to his own mother and also the other women, asking who Tyro was, who beautiful Khloris was, and why Epikaste had died.”

Lamia is not well-attested in art and myth

νῦν δ’ ὥσπερ ἐν τῷ μύθῳ τὴν Λάμιαν λέγουσιν οἴκοι μὲν εὕδειν τυφλήν, ἐν ἀγγείῳ τινὶ τοὺς ὀφθαλμοὺς ἔχουσαν ἀποκειμένους, | ἔξω δὲ προϊοῦσαν ἐντίθεσθαι καὶ βλέπειν, οὕτως ἡμῶν ἕκαστος ἔξω καὶ πρὸς ἑτέρους τῇ κακονοίᾳ τὴν περιεργίαν ὥσπερ ὀφθαλμὸν ἐντίθησι, τοῖς δ’ ἑαυτῶν ἁμαρτήμασι καὶ κακοῖς πολλάκις περιπταίομεν ὑπ’ ἀγνοίας, ὄψιν ἐπ’ αὐτὰ καὶ φῶς οὐ ποριζόμενοι. διὸ καὶ τοῖς ἐχθροῖς ὠφελιμώτερός ἐστιν ὁ πολυπραγμονῶν· τὰ γὰρ ἐκείνων ἐλέγχει καὶ προφέρεται καὶ δείκνυσιν αὐτοῖς ἃ δεῖ φυλάξασθαι καὶ διορθῶσαι, τῶν δ’ οἴκοι τὰ πλεῖστα παρορᾷ διὰ τὴν περὶ τὰ ἔξω πτόησιν. ὁ μὲν γὰρ ᾿Οδυσσεὺς (λ 84 sqq.) οὐδὲ τῇ μητρὶ διαλεχθῆναι πρότε- ρον ὑπέμεινεν ἢ πυθέσθαι παρὰ τοῦ μάντεως, ὧν ἕνεκ’ ἦλθεν εἰς ῞Αιδου, πυθόμενος δὲ οὕτω πρός τε ταύτην ἔτρεψεν αὑτόν, καὶ τὰς ἄλλας γυναῖκας ἀνέκρινε, τίς ἡ Τυρὼ καὶ τίς ἡ καλὴ Χλωρὶς καὶ διὰ τί ἡ ᾿Επικάστη ἀπέθανεν…

Image result for Ancient Greek Lamia vase
Skylla, relative of Lamia. More Misogyny.

Some other misogynistic tales from myth with telling variants

The Lemnian Women and their Terrible Smell

The Privileging of Klytemnestra’s Infamy

The Terrible Tale of Asclepius’ Two Mothers

Pretty Much Everything about Medea

Kassandra’s Prophecy and Life

Kassandra’s Children

The Death of Hecuba

Helen and Iphigenia

Reputable Tales about Ariadne; And Strange Ones

The following account is interesting for the variations in the story of Ariadne and Theseus but also for the strange detail of the ritual where young men imitate a woman in childbirth. Also, the counterfeit letters bit is precious. What would they say?.

Other tales about Ariadne, According to Plutarch (Theseus 20)

“There are many other versions circulated about these matters still and also about Ariadne, none of which agree. For some say that she hanged herself after she was abandoned by Theseus. Others claim that after she was taken to Naxos by sailors she lived with Oinaros a priest of Dionysus and that she was abandoned by Theseus because he loved another.

“A terrible lust for Aiglê the daughter of Panopeus ate at him” [fr. 105]—this is a line Hereas the Megarean claims Peisistratus deleted from the poems of Hesiod, just as again he says that he inserted into the Homeric catalogue of dead “Theseus and Perithoos, famous children of the gods” [Od. 11.631] to please the Athenans. There are some who say that Ariadne gave birth to Oinipiôn and Staphulos with Theseus. One of these is Ion of  Khios who has sung about his own city “Oinopiôn, Theseus’ son, founded this city once.” [fr. 4D]

The most reputable of the myths told are those which, as the saying goes, all people have in their mouths. But Paiôn the Amathousian has handed down a particular tale about these events. For he says that Theseus was driven by a storm, to Cyprus and that he had Ariadne with him, who was pregnant and doing quite badly because of the sea and the rough sailing. So he set her out alone and he was carried back into the sea from the land while he was tending to the ship. The native women, then, received Ariadne and they tried to ease her depression because of her loneliness by offering her a counterfeit letter written to her by Theseus and helping her and supporting her during childbirth. They buried her when she died before giving birth.

Paiôn claims that when Theseus returned he was overcome with grief and he left money to the island’s inhabitants, charging them to sacrifice to Ariadne and to have two small statues made for her—one of silver and one of bronze. During the second day of the month of Gorpiaon at the sacrifice, one of the young men lies down and mouns and acts as women do during childbirth. They call the grove in which they claim her tomb is that of Ariadne Aphrodite.

Some of the Naxians claim peculiarly that there were two Minoses and two Ariadnes. They claim one was married to Dionysus on Naxos and bore the child Staphulos, and the young one was taken by Theseus and left when he came to Naxos with a nurse named Korkunê—whose tomb they put on display. They claim that Ariadne died there and has honors unequal to those of the earlier one. The first has a festival of singing and play; the second has one where sacrifices are performed with grief and mourning.”

Πολλοὶ δὲ λόγοι καὶ περὶ τούτων ἔτι λέγονται καὶ περὶ τῆς Ἀριάδνης, οὐδὲν ὁμολογούμενον ἔχοντες. οἱ μὲν γὰρ ἀπάγξασθαί φασιν αὐτὴν ἀπολειφθεῖσαν ὑπὸ τοῦ Θησέως, οἱ δὲ εἰς Νάξον ὑπὸ ναυτῶν κομισθεῖσαν Οἰνάρῳ τῷ ἱερεῖ τοῦ Διονύσου συνοικεῖν, ἀπολειφθῆναι δὲ τοῦ Θησέως ἐρῶντος ἑτέρας· Δεινὸς γάρ μιν ἔτειρεν ἔρως Πανοπηΐδος Αἴγλης. τοῦτο γὰρ τὸ ἔπος ἐκ τῶν Ἡσιόδου Πεισίστρατον ἐξελεῖν φησιν Ἡρέας ὁ Μεγαρεύς, ὥσπερ αὖ πάλιν ἐμβαλεῖν εἰς τὴν Ὁμήρου νέκυιαν τὸ Θησέα Πειρίθοόν τε θεῶν ἀριδείκετα τέκνα,χαριζόμενον Ἀθηναίοις· ἔνιοι δὲ καὶ τεκεῖν ἐκ Θησέως Ἀριάδνην Οἰνοπίωνα καὶ Στάφυλον· ὧν καὶ ὁ Χῖος Ἴων ἐστὶ περὶ τῆς ἑαυτοῦ πατρίδος λέγων· Τήν ποτε Θησείδης ἔκτισεν Οἰνοπίων.

Ἃ δ᾿ ἐστὶν εὐφημότατα τῶν μυθολογουμένων, πάντες ὡς ἔπος εἰπεῖν διὰ στόματος ἔχουσιν. ἴδιον δέ τινα περὶ τούτων λόγον ἐκδέδωκε Παίων ὁ Ἀμαθούσιος. τὸν γὰρ Θησέα φησὶν ὑπὸ χειμῶνος εἰς Κύπρον ἐξενεχθέντα καὶ τὴν Ἀριάδνην ἔγκυον ἔχοντα, φαύλως δὲ διακειμένην ὑπὸ τοῦ σάλου καὶ δυσφοροῦσαν, ἐκβιβάσαι μόνην, αὐτὸν δὲ τῷ πλοίῳ βοηθοῦντα πάλιν εἰς τὸ πέλαγος ἀπὸ τῆς γῆς φέρεσθαι. τὰς οὖν ἐγχωρίους γυναῖκας τὴν Ἀριάδνην ἀναλαβεῖν καὶ περιέπειν ἀθυμοῦσαν ἐπὶ τῇ μονώσει, καὶ γράμματα πλαστὰ προσφέρειν, ὡς τοῦ Θησέως γράφοντος αὐτῇ, καὶ περὶ τὴν ὠδῖνα συμπονεῖν καὶ βοηθεῖν· ἀποθανοῦσαν δὲ θάψαι μὴ τεκοῦσαν. ἐπελθόντα δὲ τὸν Θησέα καὶ περίλυπον γενόμενον τοῖς μὲν ἐγχωρίοις ἀπολιπεῖν χρήματα, συντάξαντα θύειν τῇ Ἀριάδνῃ, δύο δὲ μικροὺς ἀνδριαντίσκους ἱδρύσασθαι, τὸν μὲν ἀργυροῦν, τὸν δὲ χαλκοῦν. ἐν δὲ τῇ θυσίᾳ τοῦ Γορπιαίου μηνὸς ἱσταμένου δευτέρᾳ κατακλινόμενόν τινα τῶν νεανίσκων φθέγγεσθαι καὶ ποιεῖν ἅπερ ὠδίνουσαι γυναῖκες· καλεῖν δὲ τὸ ἄλσος Ἀμαθουσίους, ἐν ᾧ τὸν τάφον δεικνύουσιν, Ἀριάδνης Ἀφροδίτης.

Καὶ Ναξίων δέ τινες ἰδίως ἱστοροῦσι δύο Μίνωας γενέσθαι καὶ δύο Ἀριάδνας, ὧν τὴν μὲν Διονύσῳ γαμηθῆναί φασιν ἐν Νάξῳ καὶ τοὺς περὶ Στάφυλον τεκεῖν, τὴν δὲ νεωτέραν ἁρπασθεῖσαν ὑπὸ τοῦ Θησέως καὶ ἀπολειφθεῖσαν εἰς Νάξον ἐλθεῖν, καὶ τροφὸν μετ᾿ αὐτῆς ὄνομα Κορκύνην, ἧς δείκνυσθαι τάφον. ἀποθανεῖν δὲ καὶ τὴν Ἀριάδνην αὐτόθι καὶ τιμὰς ἔχειν οὐχ ὁμοίας τῇ προτέρᾳ. τῇ μὲν γὰρ ἡδομένους καὶ παίζοντας ἑορτάζειν, τὰς δὲ ταύτῃ δρωμένας θυσίας εἶναι πένθει τινὶ καὶ στυγνότητι μεμιγμένας.

Image result for Ariadne and Theseus ancient
Athena, Ariadne, and Theseus: IL MUSEO ARCHEOLOGICO NAZIONALE DI TARANTO

What a Beautiful Box! I Will Put the Iliad In It

Plutarch, Life of Alexander 26.4

“When a small box was brought to him—which seem more valuable than the rest of the possessions and baggage they had taken from Dareios, [Alexander] asked his friends what thing seem especially worthy of being put in it. Although many of them made many suggestions, Alexander said that he would keep the Iliad safe by placing it inside. Not a few of the most credible sources claim this.

If, as the Alexandrians say is true—since they believe Herakleides—Homer was no lazy or unprofitable travel companion…”

Κιβωτίου δέ τινος αὐτῷ προσενεχθέντος, οὗ πολυτελέστερον οὐδὲν ἐφάνη τοῖς τὰ Δαρείου χρήματα καὶ τὰς ἀποσκευὰς παραλαμβάνουσιν, ἠρώτα τοὺς φίλους, ὅ τι δοκοίη μάλιστα τῶν ἀξίων σπουδῆς εἰς αὐτὸ καταθέσθαι. πολλὰ δὲ πολλῶν λεγόντων, αὐτὸς ἔφη τὴν ᾿Ιλιάδα φρουρήσειν ἐνταῦθα καταθέμενος· καὶ ταῦτα μὲνοὐκ ὀλίγοι τῶν ἀξιοπίστων μεμαρτυρήκασιν. εἰ δ’, ὅπερ ᾿Αλεξανδρεῖς λέγουσιν ῾Ηρακλείδῃ (fr. 140 W.) πιστεύοντες, ἀληθές ἐστιν, οὔκουν [οὐκ] ἀργὸς οὐδ’ ἀσύμβολος αὐτῷ συστρατεύειν ἔοικεν ῞Ομηρος.

This passage refers to an earlier moment in the Life. Coincidentally, I also sleep the same way…

8.4

“[Alexander] was also naturally a lover of language, a lover of learning, and a lover of reading. Because he believed that the Iliad was a guidebook for military excellence—and called it that too—he took a copy of it which had been edited by Aristotle which they used to refer to as “Iliad-in-a-Box”. He always kept it with his dagger beneath his pillow—as Onêsikritos tells us.

When there were no other books in -and, he sent to Harpalos for some more. Then Harpalus sent him Philistos’ books along with some tragedies of Euripides, Sophokles and Aeschylus and the dithyrambs of Telestes and Philoxenos.”

ἦν δὲ καὶ φύσει φιλόλογος καὶ φιλομαθὴς καὶ φιλαναγνώστης, καὶ τὴν μὲν  ᾿Ιλιάδα τῆς πολεμικῆς ἀρετῆς ἐφόδιον καὶ νομίζων καὶ ὀνομάζων, ἔλαβε μὲν ᾿Αριστοτέλους διορθώσαντος ἣν ἐκ τοῦ νάρθηκος καλοῦσιν, εἶχε δ’ ἀεὶ μετὰ τοῦ ἐγχειριδίου κειμένην ὑπὸ τὸ προσκεφάλαιον, ὡς ᾿Ονησίκριτος ἱστόρηκε (FGrH 134 F 38)· τῶν δ’ ἄλλων βιβλίων οὐκ εὐπορῶν ἐν τοῖς ἄνω τόποις, ῞Αρπαλον ἐκέλευσε πέμψαι, κἀκεῖνος ἔπεμψεν αὐτῷ τάς τε Φιλίστου βίβλους καὶ τῶν Εὐριπίδου καὶ Σοφοκλέους καὶ Αἰσχύλου τραγῳδιῶν συχνάς, καὶ Τελέστου καὶ Φιλοξένου διθυράμβους.

 

Plutarch tells a slightly different story in the Moralia

Plutarch, On the Fortune—or Virtue—of Alexander 327f-328a

“Yes, indeed, the accoutrements he possessed thanks to Aristotle were greater than what he got from Phillip when he went against the Persians. But, while we believe those who claim that Alexander said that the Iliad and the Odyssey went with him as guides on his expedition—since we do think that Homer is sacred—don’t we dismiss anyone who claims that the epics followed him as his solace and distraction from work with sweet leisure when the true guide was the reason he had from philosophy and his ‘baggage’ was his notes on Bravery, Prudence, and greatness of spirit?”

ναί, πλείονας παρ᾿ Ἀριστοτέλους τοῦ καθηγητοῦ ἢ Fπαρὰ Φιλίππου τοῦ πατρὸς ἀφορμὰς ἔχων διέβαινεν ἐπὶ Πέρσας. ἀλλὰ τοῖς μὲν γράφουσιν, ὡς Ἀλέξανδρος ἔφη ποτὲ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν ἀκολουθεῖν αὐτῷ τῆς στρατείας ἐφόδιον, πιστεύομεν, Ὅμηρον σεμνύνοντες· ἂν δέ τις φῇ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν παραμύθιον πόνου καὶ διατριβὴν ἕπεσθαι σχολῆς γλυκείας, ἐφόδιον δ᾿ ἀληθῶς γεγονέναι τὸν ἐκ φιλοσοφίας λόγον καὶ τοὺς περὶ ἀφοβίας καὶ ἀνδρείας ἔτι δὲ σωφροσύνης καὶ μεγαλοψυχίας ὑπομνηματισμούς, καταφρονοῦμεν;

Image result for alexander the great's box iliad
I can’t wait until the battle is over so I can get back to reading…