Anacreonta 54
“Child, this bull
Looks a bit like Zeus to me.
Since he is carrying on his back
A Sidonian lady.
He is crossing the broad sea!
He carves the waves with his feet!
No other bull could
Separate himself from the herd and
Sail across the sea except
this bull alone.”
ὁ ταῦρος οὗτος, ὦ παῖ,
δοκεῖ τις εἶναί μοι Ζεύς·
φέρει γὰρ ἀμφὶ νώτοις
Σιδωνίαν γυναῖκα·
περᾷ δὲ πόντον εὐρύν,
τέμνει δὲ κῦμα χηλαῖς.
οὐκ ἂν δὲ ταῦρος ἄλλος
ἐξ ἀγέλης λιασθεὶς
ἔπλευσε τὴν θάλασσαν,
εἰ μὴ μόνος ἐκεῖνος.
