Eusebius, Reply to Hierocles 34
“The storyteller records myths in the sixth book too. There he has Apollonios, conveyed on a camel in a group of friends to those he names the Naked Philosophers of Egypt. There, he claims, commanded by the Naked One, an elm tree addresses Apollonios in a “clever and feminine voice” and the Truth-lover thinks we are going to believe this!
Then he tells of Pygmies who live below them, Human-flesh eating Men, The Shadow-Feet and a satyr Apollonios got drunk. Then he goes back to Greece where he shares sermons and prophecies with Titus. When a rabid dog bites a young man, he figures out whose soul it possessed and that it had once belonged to Amassis, king of Egypt, and by doing so frees the boy of a disease and does the dog a favor too.”
- Πάλιν ἐν τῷ ἕκτῳ παραδοξολογῶν ὁ μυθολόγος ἄγει μὲν αὐτὸν ἅμα τοῖς ἑταίροις καμήλῳ ὀχούμενον ἐφ᾿ οὕς φησιν Αἰγυπτίων Γυμνοὺς φιλοσόφους, ἔνθα δὴ προστάξαντος τοῦ Γυμνοῦ πτελέα, φησί, τὸ δένδρον προσαγορεύει τὸν Ἀπολλώνιον “ἐνάρθρῳ καὶ θήλει τῇ φωνῇ,” καὶ τούτοις γε ἡμᾶς ὁ Φιλαλήθης πιστεύειν ἀξιοῖ. εἶτα Πυγμαίους ἄνδρας ὑπὲρ τὴν τούτων ἱστορεῖ χώραν καὶ Ἀνθρωποφάγους καὶ Σκιάποδας, σάτυρόν τε πρὸς τοῦ Ἀπολλωνίου μεθυσκόμενον. ἐξ ἐκείνων δ᾿ αὖθις ἐπάνεισιν ἐπὶ τὴν Ἑλλάδα, ὁμιλίαι τε πάλιν αὐτῷ καὶ προγνώσεις ἀνακοινοῦνται πρὸς Τίτον, καὶ δηχθέντα ἔφηβον ὑπὸ λυττῶντος κυνός, ὃν δὴ καὶ ἐμαντεύσατο, ὅς τις εἴη τὴν ψυχήν, ὅτι ὁ τῆς Αἰγύπτου ποτὲ βασιλεὺς Ἄμασις, τῆς συμφορᾶς ἀπαλλάττει, μέχρι καὶ τοῦ κυνὸς ἐπιτείνας τὸ φιλάνθρωπον.
