I promise, I am not becoming obsessed with this topic...
Pausanias, 15.14 [In Laconia]
“On each of the bridges there is a sculpture: one has Herakles, the other an image of Lykourgos. Lykourgos established laws for the rest of the state and also for the fighting of youths. There are other things done by the Spartan youths too. They sacrifice in the temple to Apollo before battle. The Phoibaion is outside the city and not too far from Therapne. There, each group of young men sacrifice a puppy to Enyalios, because they believe that the bravest of the tame animals is a sacrifice to the liking of the bravest of the gods.
I don’t know any other Greeks who are in the habit of sacrificing puppies except for the Colophonians. They sacrifice a black female pup to the Goddess of the Wayside. This sacrifice and that of the Spartan youths are performed at night. During the sacrifice, the youths have trained boars fight one another. Whichever group’s boar wins, that group ends up winning the battle when they fight with strength in the Plane-tree Grove. These are the things they do in the Phobaion.”
γεφυρῶν δὲ ἐφ᾿ ἑκατέρᾳ τῇ μέν ἐστιν ἄγαλμα Ἡρακλέους, τῇ δὲ εἰκὼν Λυκούργου. νόμους δὲ ἔς τε τὴν ἄλλην πολιτείαν καὶ ἐς τὴν μάχην τῶν ἐφήβων ἔθηκεν ὁ Λυκοῦργος. καὶ τάδε ἄλλα τοῖς ἐφήβοις δρώμενά ἐστι· θύουσι πρὸ τῆς μάχης ἐν τῷ Φοιβαίῳ· τὸ δὲ Φοιβαῖόν ἐστιν ἐκτὸς τῆς πόλεως, Θεράπνης οὐ πολὺ ἀφεστηκός. ἐνταῦθα ἑκατέρα μοῖρα τῶν ἐφήβων σκύλακα κυνὸς τῷ Ἐνυαλίῳ θύουσι, θεῶν τῷ ἀλκιμωτάτῳ κρίνοντες ἱερεῖον κατὰ γνώμην εἶναι τὸ ἀλκιμώτατον ζῷον τῶν ἡμέρων. κυνὸς δὲ σκύλακας οὐδένας ἄλλους οἶδα Ἑλλήνων νομίζοντας θύειν ὅτι μὴ Κολοφωνίους· θύουσι γὰρ καὶ Κολοφώνιοι μέλαιναν τῇ Ἐνοδίῳ σκύλακα. νυκτεριναὶ δὲ ἥ τε Κολοφωνίων θυσία καὶ τῶν ἐν Λακεδαίμονι ἐφήβων καθεστήκασιν. ἐπὶ δὲ τῇ θυσίᾳ κάπρους ἠθάδας οἱ ἔφηβοι συμβάλλουσι μαχουμένους· ὁποτέρων δ᾿ ἂν ὁ κάπρος τύχῃ νικῶν, ἐν τῷ Πλατανιστᾷ κρατῆσαι τούτους ὡς τὰ πλείω συμβαίνει. τοσάδε μὲν δρῶσιν ἐν τῷ Φοιβαίῳ·
