[This is the second post on Dio’s Oration, “On the Fact That Troy Was Never Sacked”. Go here for the first]
Dio Chrysostom, Oration 11
“I would not even be surprised, Trojan men, that you believed Homer was more trustworthy when he told the harshest lies about you than me when I told that troth—since you believe him to be a divine man and wise and you have taught your children epic right from the beginning, even though he has only curses for your city, and untrue ones at that. But you wouldn’t accept that I describe things as they are and have been, because I am many years younger than Homer. Certainly, most people say that time is also the best judge of affairs, and, whenever they hear something after a long time, they disbelieve it for this very reason.
If I were dare to speak against Homer among the Argives and to show in addition that his poetry was false concerning the greatest matters, chances are they would be rightfully angry with me and expel me from the city if I appeared to be erasing and cleansing their fame. But it is right that you have some gratitude towards me and listen eagerly. I have stood in defense of you ancestors. I say at the outset to you that these stories have by necessity already been recited y others and that many have learned them. Some of those men will not understand them; others will pretend to discount them, even though they do not, and still others will try to refute them, especially, I think, those ill-fated sophists. But I know clearly that they will not be pleasing to you. For most men have their minds corrupted by fame to the extent that they would prefer to be infamous for the greatest failures rather than be unknown and suffer no evil.”
οὐκ ἂν οὖν θαυμάσαιμι καὶ ὑμᾶς, ἄνδρες ᾿Ιλιεῖς, εἰ πιστότερον ἡγήσασθαι ῞Ομηρον τὰ χαλεπώτατα ψευσάμενον καθ’ ὑμῶν ἢ ἐμὲ τἀληθῆ λέγοντα, κἀκεῖνον μὲν ὑπολαβεῖν θεῖον ἄνδρα καὶ σοφόν, καὶ τοὺς παῖδας εὐθὺς ἐξ ἀρχῆς τὰ ἔπη διδάσκειν οὐθὲν ἄλλο ἢ κατάρας ἔχοντα κατὰ τῆς πόλεως, καὶ ταύτας οὐκ ἀληθεῖς, ἐμοῦ δὲ μὴ ἀνέχοισθε τὰ ὄντα καὶ γενόμενα λέγοντος, ὅτι πολλοῖς ἔτεσιν ὕστερον ῾Ομήρου γέγονα. καίτοι φασὶ μὲν οἱ πολλοὶ τὸν χρόνον τῶν πραγμάτων * καὶ κριτὴν ἄριστον εἶναι, ὅτι δ’ ἂν ἀκούωσι μετὰ πολὺν χρόνον, διὰ τοῦτο ἄπιστον νομίζουσιν. εἰ μὲν οὖν παρ’ ᾿Αργείοις ἐτόλμων ἀντιλέγειν ῾Ομήρῳ, καὶ τὴν ποίησιν αὐτοῦ δεικνύναι ψευδῆ περὶ τὰ μέγιστα, τυχὸν ἂν εἰκότως ἤχθοντό μοι καὶτῆς πόλεως ἐξέβαλλον εἰ τὴν παρ’ ἐκείνων δόξαν ἐφαινόμην ἀφανίζων καὶ καθαιρῶν· ὑμᾶς δὲ δίκαιόν ἐστί μοι χάριν εἰδέναι καὶ ἀκροᾶσθαι προθύμως· ὑπὲρ γὰρ τῶν ὑμετέρων προγόνων ἐσπούδακα. προλέγω δὲ ὑμῖν ὅτι τοὺς λόγους τούτους ἀνάγκη καὶ παρ’ ἑτέροις ῥηθῆναι καὶ πολλοὺς πυθέσθαι· τούτων δὲ οἱ μέν τινες οὐ συνήσουσιν, οἱ δὲ προσποιήσονται καταφρονεῖν, οὐ καταφρονοῦντες αὐτῶν, οἱ δέ τινες ἐπιχειρήσουσιν ἐξελέγχειν, [μάλιστα δὲ οἶμαι τοὺς κακοδαίμονας σοφιστάς.] ἐγὼ δὲ ἐπίσταμαι σαφῶς ὅτι οὐδὲ ὑμῖν πρὸς ἡδονὴν ἔσονται. οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων οὕτως ἄγαν εἰσὶν ὑπὸ δόξης διεφθαρμένοι τὰς ψυχὰς ὥστε μᾶλλον ἐπιθυμοῦσι περιβόητοι εἶναι ἐπὶ τοῖς μεγίστοις ἀτυχήμασιν ἢ μηδὲν κακὸν ἔχοντες ἀγνοεῖσθαι.