A Spurious Etymology of ‘Anger’

“Some say that anger (menis) is derived from the expression “not one” (“me hen”). For, it deprives contending parties of their ‘oneness’ by setting them apart.”

-Eustathius, Commentary to The Iliad, A.8

τινὲς δὲ μῆνίν φασι παρὰ τὸ μὴ ἕν• στερεῖ γὰρ τῆς ἑνότητος διϊστῶσα τοὺς ἐρίζοντας.

3 thoughts on “A Spurious Etymology of ‘Anger’

  1. This is a little silly, but no worse than the Etymologicum Parvum:

    εἰδικοῦ. τί διαφέρει μῆνις, ὀργή,
    χόλος, κότος, θυμός; διαφέρουσι• μῆ-
    νις μέν ἐστιν ἡ ἐπίμονος ὀργή, ἀπὸ
    τοῦ μένειν. ὀργὴ δὲ ἡ ἐπ’ ὀλίγῳ

    Though the Magnum makes similar claims:

    Μένω: Τὸ προθυμοῦμαι, ἐξ οὗ καὶ μένος• μένω,
    τὸ ἐπιμένω• καὶ μῆνις, ἡ πολυχρόνιος μνησικακία.
    Ταῦτα διὰ τοῦ ε ψιλοῦ• μαίνω δὲ, τὸ ὀργίζομαι,
    διὰ διφθόγγου.

    And the Gudianum has the fullest:

    Μηνιεῖ, ἀπὸ τοῦ μαίνω τὸ ὀργίζομαι, ὁ μέλλων μανῶ,
    ὁ ἀόριστος ἔμανον καὶ ἔμηνα• καὶ ἐκ τούτου μῆνις• καὶ
    ἐκ τοῦ μῆνις μηνίω, μηνίσω, ὁ β μέλλων μηνιῶ, τὸ
    τρίτον μηνιεῖ.
    Μῆνις, ἔστι παρὰ τὴν ἐμμένουσαν ὀργὴν μένις καὶ κατ’
    ἐπέκτασιν τοῦ ε εἰς η μῆνις• ἐστι δὲ καὶ παρὰ τὴν
    μανίαν• καὶ εἰς τὸ θυμός.
    Μῆνις, μάνις τίς ἐστι• παρὰ τὴν ὀργὴν καὶ τὴν μα-
    νίαν• ἐοίκασι γὰρ μαινομένοις οἱ ὀργιζόμενοι• ἢ παρὰ
    τὸ ἐμμένειν τῷ μηνιῶντι καὶ ὀργιζομένῳ• διαφέρει δὲ
    μῆνις χόλου καὶ ὀργῆς.
    Μῆνιν, παρὰ τὸ μηνίω, μηνίσω μῆνις• ἢ παρὰ τὸ μένω
    ἡ ἐπίμονος ὀργή• καθάπερ μὲν ἐπὶ συκῆς πρῶτον μὲν
    ἔστιν ὄλυνθος, εἶτα φῆλιξ, εἶτα σῦκον, εἶτα ἴσχας,
    οὕτως ὀργὴ, θυμὸς, χόλος, κότος καὶ μῆνις• ὁ μὲν
    οὖν ποιητὴς ὡς συνωνύμοις ὀνόμασι συγκεχυμένως αὐτὰ
    λέγει.

    (Note, it derives the accusative from the verb…)

    1. I had considered posting the entirety of the discussion in Eustathius, but didn’t feel like translating so much stuff that relied heavily on knowledge of Greek to understand, but he agrees with (rips off of?) the Eymologicum Parvum, while disagreeing with the Gudianum regarding its relation to mainesthai:

      ῞Οτι μῆνις κατὰ τοὺς παλαιοὺς ἡ ἐπιμένουσα ὀργή, ἐκ τοῦ μένειν, οὐ
      μὴν ἐκ τοῦ μαίνεσθαι• ἀπὸ τούτου γὰρ ἡ μανία γίνεται, οὐκέτι μῆνις αὐτὴ
      οὖσα οὐδὲ ἄλλο τι εἶδος ὀργῆς, ἀλλὰ φρενῶν ἔκστασις. τινὲς δὲ μῆνίν φασι παρὰ
      τὸ μὴ ἕν• στερεῖ γὰρ τῆς ἑνότητος διϊστῶσα τοὺς ἐρίζοντας. δεῖ δὲ εἰδέναι
      ὅτι ἐπὶ τῶν παροξυνομένων ἀνθρώπων τέσσαρα ταῦτα λέγονται ὀνόματα παρὰ
      τῷ ποιητῇ• θυμός, χόλος, μῆνις, κότος. ὧν θυμὸς μὲν καὶ χόλος ταὐτά ἐστιν,
      ὥσπερ καὶ ἡ κοινότερον μεθ’ ῞Ομηρον λεγομένη ὀργή• καί εἰσι τὰ τρία ταῦτα, ὁ
      θυμός, ὁ χόλος καὶ ἡ ὀργή, συνώνυμα κατὰ τοὺς γραμματικούς. κατὰ δὲ ἄλλους
      πολυώνυμα, καθὰ καὶ τὸ βροτός, μέροψ, ἄνθρωπος καὶ τὸ ξίφος, ἄορ, σπάθη,
      φάσγανον. παρῆκται δὲ ὁ μὲν θυμὸς παρὰ τὸ θύειν, ὃ δηλοῖ τὸ ὁρμᾶν, καὶ τὸ αἷμα,
      οἱονεὶ θύαιμός τις ὤν• κίνησις γὰρ αἵματος ἐν καρδίᾳ ἐστὶν ὁ θυμός. ὁ δὲ χόλος
      παρὰ τὴν χολήν. ἡ δὲ ὀργὴ παρὰ τὸ ὀρέγω. καὶ γὰρ ἀντιλυπήσεώς ἐστιν ὄρεξις
      ὁ θυμός. καὶ οὕτω μὲν χόλος καὶ ὀργὴ καὶ θυμὸς πολυωνυμοῦσιν ἐν ταὐτότητι
      σημασίας καί εἰσιν ἔτι ἐν καταρχῇ τινι καὶ κινήσει καὶ πάθους θυμικοῦ ἀρχομένου
      εἰσὶν ὀνόματα. ὃ δὴ πάθος, εἰ παραμείνῃ, μῆνις λέγεται•

      I should have noted in my original post that Eustathius only mentions that particular etymology of menis without really giving it much real importance. What I find most interesting is the separation of anger into thumos, cholos, orge, kotos, etc.

Leave a Reply to sententiaeantiquae Cancel reply