Zonaras 7.12 Part IV: The Death of Brutus and The First Triumph

Brutus dies in battle; Publicola becomes the first consul to celebrate a triumph:

Tarquinius, perceiving the failure of his conspiracy to recover the monarchy, betook himself to the Etruscans. They restored him to considerable power, but the consuls led the Romans against them in turn. When the battle began, Arruns, the son of Tarquinius, and Brutus, the Roman consul, fell upon each other in battle. They spared nothing, and died together after fighting with great spirit. After a huge battle and many deaths on both sides, the victory was still unclear. As night came on, it is said that the battleground shook, and a large voice sounded forth saying that in that spot the Etruscans had lost one more man than the Romans. The Romans rose a large, bold war cry upon hearing this sound, and terror seized the Etruscans. In their fear, they withdrew from the battlefield. The Romans seized upon this and plundered the field. They counted the corpses which had fallen in battle, and found that 11,300 Etruscans had died, while the Romans had lost 11,299. Valerius Publicola was then the first Roman consul to hold a triumph.

Ταρκύνιος δὲ ἀπογνοὺς τὴν ἐκ προδοσίας τῆς βασιλείας ἀνάληψιν, προσῄει τοῖς Τυρσηνοῖς. οἱ δὲ δυνάμει βαρείᾳ κατῆγον αὐτόν. ἀντεξῆγον δὲ καὶ τοὺς ῾Ρωμαίους οἱ ὕπατοι. ἀρχομένης δὲ τῆς μάχης ῎Αρρων ὁ Ταρκυνίου παῖς καὶ Βροῦτος ὁ ῾Ρωμαίων ὕπατος ἀλλήλοις περιπεσόντες ἐμάχοντο, καὶ ἀφειδήσαντες ὑπὸ θυμοῦ ἑαυτῶν συναπέθανον. μεγάλης δὲ τῆς μάχης γενομένης καὶ πολλῶν ἑκατέρωθεν πεσόντων ἄκριτος ἦν ἡ νίκη. νυκτὸς δ’ ἐπελθούσης λέγεται σεισθῆναι τὸ ἄλσος παρ’ ᾧ ἐστρατοπεδεύοντο, καὶ φωνὴν ἐκπεσεῖν ἐκεῖθεν μεγάλην φράζουσαν ἑνὶ πλείους τεθνάναι Τυρρηνῶν ἢ ῾Ρωμαίων. ἅμα δὲ τῇ φωνῇ ῾Ρωμαῖοι μὲν μέγα καὶ θαρσαλέον ἠλάλαξαν, πτοία δ’ ἐνέπεσε Τυρρηνοῖς· καὶ θορυβηθέντες τοῦ στρατοπέδου ἐξέπεσον· εἷλον δ’ οἱ ῾Ρωμαῖοι τοῦτο καὶ διηρπάκασιν. ἀριθμηθέντες δὲ οἱ νεκροὶ τῶν ἐν τῇ μάχῃ θανόντων εὑρέθησαν οἱ μὲν τῶν Τυρρηνῶν ἐπὶ μυρίοις χίλιοι τριακόσιοι, οἱ δὲ ῾Ρωμαῖοι παρ’ ἕνα τοσοῦτοι. ἐθριάμβευσε δὲ Οὐαλέριος Ποπλικόλας πρῶτος ὑπατεύων.

Leave a Reply