A Commentary on the Homeric Batrakhomuomakhia, Part 18: Lines 277-302

This is the eighteenth (and final) installment of our working commentary on the Homeric “Battle of Frogs and Mice”.

277 ῝Ως ἄρ’ ἔφη Κρονίδης· ῎Αρης δ’ ἀπαμείβετο μύθῳ·
278 οὔτ’ ἄρ’ ᾿Αθηναίης Κρονίδη σθένος οὔτε ῎Αρηος
279 ἰσχύει βατράχοισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
280 ἀλλ’ ἄγε πάντες ἴωμεν ἀρηγόνες· ἢ τὸ σὸν ὅπλον
281 κινείσθω· οὕτω γὰρ ἁλώσεται ὅς τις ἄριστος,
282 ὥς ποτε καὶ Καπανῆα κατέκτανες ὄβριμον ἄνδρα
283 καὶ μέγαν ᾿Εγκελάδοντα καὶ ἄγρια φῦλα Γιγάντων.

284 ῝Ως ἄρ’ ἔφη· Κρονίδης δὲ βαλὼν ἀργῆτα κεραυνὸν
285 πρῶτα μὲν ἐβρόντησε, μέγαν δ’ ἐλέλιξεν ῎Ολυμπον.
286 αὐτὰρ ἔπειτα κεραυνὸν δειμαλέον διὸς ὅπλον
287 ἧκ᾿ ἐπιδινήσας. ὁ δ᾿ ἄῤ ἔπτατο χειρὸς ἄνακτος
288 πάντας μέν ῥ’ ἐφόβησε βαλὼν βατράχους τε μύας τε·
289 ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μυῶν στρατός, ἀλλ’ ἔτι μᾶλλον
290 ἔλπετο πορθήσειν βατράχων γένος αἰχμητάων,
291 εἰ μὴ ἀπ’ Οὐλύμπου βατράχους ἐλέησε Κρονίων,
292 ὅς ῥα τότ’ ἐν βατράχοισιν ἀρωγοὺς εὐθὺς ἔπεμψεν.
293 ῏Ηλθον δ’ ἐξαίφνης νωτάκμονες, ἀγκυλοχεῖλαι,
294 λοξοβάται, στρεβλοί, ψαλιδόστομοι, ὀστρακόδερμοι,
295 ὀστοφυεῖς, πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοις,
296 βλαισοί, χειλοτένοντες, ἀπὸ στέρνων ἐσορῶντες,
297 ὀκτάποδες, δικάρηνοι, ἀχειρέες, οἱ δὲ καλεῦνται
298 καρκίνοι, οἵ ῥα μυῶν οὐρὰς στομάτεσσιν ἔκοπτον
299 ἠδὲ πόδας καὶ χεῖρας· ἀνεγνάμπτοντο δὲ λόγχαι.
300 τοὺς δὴ ὑπέδεισαν δειλοὶ μύες οὐδ’ ἔτ’ ἔμειναν,
301 ἐς δὲ φυγὴν ἐτράποντο· ἐδύετο δ’ ἥλιος ἤδη,
302 καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη

Continue reading “A Commentary on the Homeric Batrakhomuomakhia, Part 18: Lines 277-302”

A Commentary on the Homeric Batrakhomuomakhia, Part 16: 226-259

This is the sixteenth installment of our commentary on the Homeric “Battle of Frogs and Mice”.

226 ῾Υδρόχαρις δ’ ἔπεφνεν Πτερνοφάγον βασιλῆα,
227 Λιτραῖον δ’ ἀρ’ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,
228 χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ
229 ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δ’ αἵματι γαῖα.
230 Λειχοπίναξ δ’ ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην,
231 ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
232 Πρασσαῖος δὲ ἰδὼν ποδὸς εἵλκυσε Κνισσοδιώκτην ,
233 ἐν λίμνῃ δ’ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.
234 Ψιχάρπαξ δ’ ἤμυν’ ἑτάρου περὶ τεθνειῶτος
235 καὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ,
236 πῖπτε δέ οἱ πρόσθεν, ψυχὴ δ’ ᾿Αϊδόσδε βεβήκει.
237 Κραμβοβάτης δὲ ἰδὼν πηλοῦ δράκα ῥίψεν ἐπ’ αὐτόν,
238 καὶ τὸ μέτωπον ἔχρισε καὶ ἐξετύφλου παρὰ μικρόν.
239 ὠργίσθη δ’ ἄρ’ ἐκεῖνος, ἑλὼν δ’ ἄρα χειρὶ παχείῃ
240 κείμενον ἐν δαπέδῳ λίθον ὄβριμον, ἄχθος ἀρούρης,
241 τῷ βάλε Κραμβοβάτην ὑπὸ γούνατα· πᾶσα δ’ ἐκλάσθη
242 κνήμη δεξιτερή, πέσε δ’ ὕπτιος ἐν κονίῃσι.
243 Κραυγασίδης δ’ ἤμυνε καὶ αὖθις βαῖνεν ἐπ’ αὐτόν,
244 τύψε δέ οἱ μέσσην κατὰ γαστέρα· πᾶς δέ οἱ εἴσω
245 ὀξύσχοινος ἔδυνε, χαμαὶ δ’ ἔκχυντο ἅπαντα
246 ἔγκατ’ ἐφελκομένῳ ὑπὸ δούρατι χειρὶ παχείῃ·
247 Τρωγλοδύτης δ’ ὡς εἶδεν ἐπ’ ὄχθῃσιν ποταμοῖο,
248 σκάζων ἐκ πολέμου ἀνεχάζετο, τείρετο δ’ αἰνῶς·
249 ἥλατο δ’ ἐς τάφρους, ὅππως φύγῃ αἰπὺν ὄλεθρον.
250 Τρωξάρτης δ’ ἔβαλεν Φυσίγναθον ἐς ποδὸς ἄκρον.
251 ἔσχατος δ’ ἐκ λίμνης ἀνεδύσετο, τείρετο δ’ αἰνῶς
252 Πρασσαῖος δ’ ὡς εἶδεν ἔθ’ ἡμίπνουν προπεσόντα,
253 ἦλθε διὰ προμάχων καὶ ἀκόντισεν ὀξύσχοινον·
254 οὐδ’ ἔρρηξε σάκος, σχέτο δ’ αὐτοῦ δουρὸς ἀκωκή·
255 οὐδ’ ἔβαλε τρυφάλειαν ἀμύμονα καὶ τετράχυτρον
256 δῖος ᾿Οριγανίων, μιμούμενος αὐτὸν ῎Αρηα,
257 ὃς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθ’ ὅμιλον·
258 ὥρμησεν δ’ ἄρ’ ἐπ’ αὐτόν· ὁ δ’ ὡς ἴδεν οὐχ ὑπέμεινεν
ἥρωας κρατερούς, ἀλλ’ ἔδυνε βένθεσι λίμνης

Continue reading “A Commentary on the Homeric Batrakhomuomakhia, Part 16: 226-259”