Homer In India, Performance, and Sparta: Three Passages from Aelian

Aelian’s Varia Historia

12.48

“[Men say] that the Indians have translated the words of Homer into their own native language and they sing them; and they aren’t the only ones: the Persian kings do too, if we can trust those who write about these things.”

῞Οτι ᾿Ινδοὶ τῇ παρά σφισιν ἐπιχωρίῳ φωνῇ τὰ ῾Ομήρου μεταγράψαντες ᾄδουσιν οὐ μόνοι ἀλλὰ καὶ οἱ Περσῶν βασιλεῖς, εἴ τι χρὴ πιστεύειν τοῖς ὑπὲρ τούτων ἱστοροῦσιν.

13.14

“The tradition is that the ancients used to sing Homeric epics in separate parts. For example, they sang the “Battle By the Ships”, the “Doloneia”, the “Aristeia of Agamemnon”, the “Catalogue of Ships,” the “Patrokleia” and the “Ransoming” or the “Contest for Patroklos” and the “Breaking of the Oaths”. These were from the Iliad. From the other poem they sang “Events at Pylos” and “Events at Sparta” “Calpyso’s Cave,” “The Raft Story”, “The Tales of Alkinoos” and “The Kyklopeia” and the “Nekyuia” or “Events with Kike”, “the Washing”, “The Murder of the Suitors,” “The Events in the Country”, “Laertes’ Tale”.

Rather late, Lyrkourgos the Spartan was the first to bring the poetry of Homer together into Greece; He brought them back with him from Ionia when he was living abroad. Later, Peisistratos collected them and had the Iliad and the Odyssey performed.”

῞Οτι τὰ ῾Ομήρου ἔπη πρότερον διῃρημένα ᾖδον οἱ παλαιοί. οἷον ἔλεγον Τὴν ἐπὶ ναυσὶ μάχην καὶ Δολώνειάν τινα καὶ ᾿Αριστείαν ᾿Αγαμέμνονος καὶ Νεῶν κατάλογον καὶ Πατρόκλειαν καὶ Λύτρα καὶ ᾿Επὶ Πατρόκλῳ ἆθλα καὶ ῾Ορκίων ἀφάνισιν. ταῦτα ὑπὲρ τῆς ᾿Ιλιάδος. ὑπὲρ δὲ τῆς ἑτέρας Τὰ ἐν Πύλῳ καὶ Τὰ ἐν Λακεδαίμονι καὶ Καλυψοῦς ἄντρον καὶ Τὰ περὶ τὴν σχεδίαν καὶ ᾿Αλκίνου ἀπολόγους καὶ Κυκλώπειαν καὶ Νέκυιαν καὶ Τὰ τῆς Κίρκης καὶ Νίπτρα καὶ Μνηστήρων φόνον καὶ Τὰ ἐν ἀγρῷ καὶ Τὰ ἐν Λαέρτου. ὀψὲ δὲ Λυκοῦργος ὁ Λακεδαιμόνιος ἀθρόαν πρῶτος ἐς τὴν ῾Ελλάδα ἐκόμισε τὴν ῾Ομήρου ποίησιν· τὸ δὲ ἀγώγιμον τοῦτο ἐξ ᾿Ιωνίας, ἡνίκα ἀπεδήμησεν, ἤγαγεν. ὕστερον δὲ Πεισίστρατος συναγαγὼν ἀπέφηνε τὴν ᾿Ιλιάδα καὶ ᾿Οδύσσειαν.

13.19

“Cleomenes the Laconian asserted—in the manner of Spartans—that Homer was a Spartan poet because he spoke about the right way to go to war and that Hesiod was the Helot’s poet, since he talks about how best to farm.”

῎Ελεγεν ὁ Κλεομένης Λακωνικῶς κατὰ τὸν ἐπιχώριον τρόπον τὸν ῞Ομηρον Λακεδαιμονίων εἶναι ποιητήν, ὡς χρὴ πολεμεῖν λέγοντα· τὸν δὲ ῾Ησίοδον τῶν Εἱλώτων, λέγοντα ὡς χρὴ γεωργεῖν.

Homer in Argos, Troezen and India: More Anecdotes from Aelian

9.14

“They say that the Argives granted Homer the first prize of all poetic art and put all other poets second to him. When they made a sacrifice, they used to call Apollo and Homer to their table. It is said in addition that because he had no money to give his daughter in marriage, that he gave her the epic the Kypria as a dowry. Pindar agrees with this.”

 

῞Οτι ποιητικῆς ἁπάσης ᾿Αργεῖοι τὰ πρῶτα ῾Ομήρῳ ἔδωκαν, δευτέρους δὲ αὐτοῦ ἔταττον πάντας. ποιοῦντες δὲ θυσίαν, ἐπὶ ξένια ἐκάλουν τὸν ᾿Απόλλωνα καὶ ῞Ομηρον. λέγεται δὲ κἀκεῖνο πρὸς τούτοις, ὅτι ἄρα ἀπορῶν ἐκδοῦναι τὴν θυγατέρα, ἔδωκεν αὐτῇ προῖκα ἔχειν τὰ ἔπη τὰ Κύπρια. καὶ ὁμολογεῖ τοῦτο Πίνδαρος.

11.2

“The traditions of Trozen report that the epics of Oroebantius of Troezen are earlier than Homer’s. They also say that Dares the Phrygian, whose Phrygian Iliad survives even to today, I think, was earlier than Homer. Melêsander of Miletus wrote about the battle of the Lapiths and Centaurs.”

῞Οτι ἦν ᾿Οροιβαντίου Τροιζηνίου ἔπη πρὸ ῾Ομήρου, ὥς φασιν οἱ Τροιζήνιοι λόγοι. καὶ τὸν Φρύγα δὲ Δάρητα, οὗ Φρυγίαν ᾿Ιλιάδα ἔτι καὶ νῦν ἀποσωζομένην οἶδα, πρὸ ῾Ομήρου καὶ τοῦτον γενέσθαι λέγουσι. Μελήσανδρος ὁ Μιλήσιος Λαπιθῶν καὶ Κενταύρων μάχην ἔγραψεν.

 

12.48

“[Men say] that the Indians have translated the words of Homer into their own native language and they sing them; and they aren’t the only ones: the Persian kings do too, if we can trust those who write about these things.”

῞Οτι ᾿Ινδοὶ τῇ παρά σφισιν ἐπιχωρίῳ φωνῇ τὰ ῾Ομήρου μεταγράψαντες ᾄδουσιν οὐ μόνοι ἀλλὰ καὶ οἱ Περσῶν βασιλεῖς, εἴ τι χρὴ πιστεύειν τοῖς ὑπὲρ τούτων ἱστοροῦσιν.