A Commentary on the Batrakhomuomakhia, Part 11: Lines 132-146

This is the eleventh installation of our working Commentary on the Homeric “Battle of Frogs and Mice.” As always, comments, corrections and additions are welcome.

132 Οὕτω μὲν μύες ἦσαν ἔνοπλοι• ὡς δ’ ἐνόησαν
133 βάτραχοι ἐξανέδυσαν ἀφ’ ὕδατος, ἐς δ’ ἕνα χῶρον
134 ἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο.
135 σκεπτομένων δ’ αὐτῶν πόθεν ἡ στάσις ἢ τίς ὁ θρύλλος,
136 κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν,
137 Τυρογλύφου υἱὸς μεγαλήτορος ᾿Εμβασίχυτρος,
138 ἀγγέλλων πολέμοιο κακὴν φάτιν, εἶπέ τε τοῖα•
139 ῏Ω βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες ἔπεμψαν
140 εἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε.
141 εἶδον γὰρ καθ’ ὕδωρ Ψιχάρπαγα ὅν περ ἔπεφνεν
142 ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε
143 οἵ τινες ἐν βατράχοισιν ἀριστῆες γεγάατε.
144 ῝Ως εἰπὼν ἀπέφηνε• λόγος δ’ εἰς οὔατα πάντων
145 εἰσελθὼν ἐτάραξε φρένας βατράχων ἀγερώχων•
146 μεμφομένων δ’ αὐτῶν Φυσίγναθος εἶπεν ἀναστάς•

Continue reading “A Commentary on the Batrakhomuomakhia, Part 11: Lines 132-146”