This is the third installment of our commentary on the Homeric “Battle of Frogs and Mice”
24 Τὸν δ’ αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέν τε•
25 τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δ’ ἐν ἅπασιν
26 ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηνοῖς.
27 Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι• εἰμὶ δὲ κοῦρος
28 Τρωξάρταο πατρὸς μεγαλήτορος• ἡ δέ νυ μήτηρ
29 Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.
30 γείνατο δ’ ἐν καλύβῃ με καὶ ἐξεθρέψατο βρωτοῖς
31 σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν.
32 πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον;
33 σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν• αὐτὰρ ἔμοιγε
34 ὅσσα παρ’ ἀνθρώποις τρώγειν ἔθος• οὐδέ με λήθει
35 ἄρτος τρισκοπάνιστος ἀπ’ εὐκύκλου κανέοιο,
36 οὐδὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,
37 οὐ τόμος ἐκ πτέρνης, οὐχ ἥπατα λευκοχίτωνα,
38 οὐ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος,
39 οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν,
40 οὐδ’ ὅσα πρὸς θοίνας μερόπων τεύχουσι μάγειροι,
41 κοσμοῦντες χύτρας ἀρτύμασι παντοδαποῖσιν.
Continue reading “Commentary on Batrakhomuomakhia, Part 3: 24-41”