Pindar, Pythian 10.46-50
“Nothing unbelievable surprises me,
provided the gods make it happen.
Keep your oar still–quickly drive the anchor
into the earth from the prow,
A weapon against the uneven jetty:
The finest hymns of praise
Rush from one story to another
Like a bee.”
ἐμοὶ δὲ θαυμάσαι
θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται
ἔμμεν ἄπιστον.
κώπαν σχάσον, ταχὺ δ᾿ ἄγκυραν ἔρεισον χθονί
πρῴραθε, χοιράδος ἄλκαρ πέτρας.
ἐγκωμίων γὰρ ἄωτος ὕμνων
ἐπ᾿ ἄλλοτ᾿ ἄλλον ὥτε μέλισσα θύνει λόγον.