6.86
“Crates was called the “Door-Opener” because of his custom of entering every house and warning them. This is one of his lines:
“I have as much as I have learned and thought and the sacred things
I observed with the muses. But delusion overtakes great riches.”
And he said that all he got from philosophy was “a liter of heat and to care for no one”.
This is also recorded as his: “hunger stops love, and if it doesn’t, time will / if you can’t use these, a noose”
᾿Εκαλεῖτο δὲ καὶ Θυρεπανοίκτης διὰ τὸ εἰς πᾶσαν εἰσιέναι οἰκίαν καὶ νουθετεῖν· ἔστιν αὐτοῦ καὶ τόδε (PPF 10 B 8)·
ταῦτ’ ἔχω ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν
σέμν’ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν.
καὶ ὅτι ἐκ φιλοσοφίας αὐτῷ περιγένοιτο (PPF 10 B 18)
θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.
φέρεται δ’ αὐτοῦ κἀκεῖνο (PPF 10 B 14)·
ἔρωτα παύει λιμός. εἰ δὲ μή, χρόνος·
ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος.