Sappho, fragment 16

Some say a force of horsemen, some say infantry

and others say a fleet of ships is the loveliest

thing on the dark earth, but I say it is

the one you love

 

It is altogether simple to make this understood

since she whose beauty outmatched all,

Helen, left her husband

a most noble man

 

And went sailing to Troy

Without a thought for her child and dear parents

[Love] made her completely insane

And led her astray

 

This reminds me of absent Anactoria

 

I would rather watch her lovely walk

and see the shining light of her face

than Lydian chariots followed by

infantrymen in arms

Οἰ μὲν ἰππήων στρότον, οἰ δὲ πέσδων,
οἰ δὲ νάων φαῖσ’ ἐπὶ γᾶν μέλαιναν
ἔμμεναι κάλλιστον, ἐγὼ δὲ κῆν’ ὄτ-
   τω τις ἔραται

πά]γχυ δ’ εὔμαρες σύνετον πόησαι
πά]ντι τ[οῦ]τ’· ἀ γὰρ πολὺ περσκέθοισα
κά]λλος ἀνθρώπων Ἐλένα [τὸ]ν ἄνδρα
   τὸν πανάριστον
/  [κρίννεν ἄρ]ιστον

καλλίποισ’ ἔβας ‘ς Τροίαν πλέοισα
/ ὂσ τὸ πὰν] σέβασ τροΐα[σ ὄ]λεσσ[ε,
κωὐδὲ παῖδος οὐδὲ φίλων τοκήων
/ κωὐδὲ πα]ῖδοσ οὔδε [φίλ]ων το[κ]ήων
πάμπαν ἐμνάσθη, ἀλλὰ παράγαγ’ αὔταν
/ μᾶλλον] ἐμνάσθη, ἀ[λλὰ] παράγαγ᾽ αὔταν
   οὐκ ἀέκοισαν
/  πῆλε φίλει]σαν

Κύπρις· εὔκαμπτον γὰρ ἔφυ βρότων κῆρ
] κούφως τ . . . οη . . . ν
κἄμε νῦν Ἀνακτορίας ὀνέμναι-
   σ’ οὐ παρεοίσας

/ Ὠροσ. εὔκ]αμπτον γαρ [ἀεὶ τὸ θῆλυ]
αἴ κέ] τισ κούφωσ τ[ὸ πάρον ν]οήσῃ.
οὐ]δὲ νῦν, Ἀνακτορί[α, τ]ὺ μέμναι
     δὴ] παρειοῖσασ,

τᾶς κε βολλοίμαν ἔρατόν τε βᾶμα
κἀμάρυχμα λάμπρον ἴδην προσώπω
ἢ τὰ Λύδων ἄρματα κἀν ὄπλοισι
   πεσδομάχεντας.

4 thoughts on “Sappho, fragment 16

Leave a Reply