Amyntas, Lit. Pap. 107 = P.Oxy iv.1904
Tell me, woman, who you are, who is your father, and your country.
What kind of great sickness did you die from?
“Stranger, my name is Praksô, and I am Samian
My father was Calliteles and I died giving birth”
Who provided for your tomb? “Theocritus, the man
To whom they married me.” What age did you reach?
“I was three-times-seven plus one.” Were you then childless”
“No, but I left a three year-old child in my home.”
φράζε, γύναι, τίς ἐοῦσα καὶ ἐκ τίνος, εἰπέ τε πάτρην,
καὶ ποίας ἔθανες νούσου ὑπ᾿ ἀργαλέης.
οὔνομα μὲν Πραξὼ Σαμίη, ξένε, ἐκ δὲ γονῆος
Καλλιτέλευς γενόμαν, ἀλλ᾿ ἔθανον τοκετῶι.
τίς δὲ τάφον στάλωσε; Θεόκριτος, ὧι με σύνευνον
ἀνδρὶ δόσαν. ποίην δ᾿ ἦλθες ἐς ἡλικίην;
ἑπταέτις τρὶς ἑνὸς γενόμαν ἔτι. ἦ ῥά γ᾿ἄτεκνος;
οὔκ, ἀλλὰ τριετῆ παῖδα δόμωι λιπόμαν.