“And what about you, Nikêratos—what kind of knowledge do you cherish?” And he said “My father, because he wished for me to be a good man, compelled me to memorize all of Homer. And now I can recite the whole Iliad and Odyssey.” Antisthenes said “Has it escaped you that all the rhapsodes know these epics too?”
ἀλλὰ σὺ αὖ, ἔφη, λέγε, ὦ Νικήρατε, ἐπὶ ποίᾳ ἐπιστήμῃ μέγα φρονεῖς. καὶ ὃς εἶπεν· ῾Ο πατὴρ ὁ ἐπιμελούμενος ὅπως ἀνὴρ ἀγαθὸς γενοίμην ἠνάγκασέ με πάντα τὰ ῾Ομήρου ἔπη μαθεῖν· καὶ νῦν δυναίμην ἂν ᾿Ιλιάδα ὅλην καὶ ᾿Οδύσσειαν ἀπὸ στόματος εἰπεῖν. ᾿Εκεῖνο δ’, ἔφη ὁ ᾿Αντισθένης, λέληθέ σε, ὅτι καὶ οἱ ῥαψῳδοὶ πάντες ἐπίστανται ταῦτα τὰ ἔπη;
