“The One You Love”: The Best Love Poem Ever

Sappho, fr. 16

Some say a force of horsemen, some say infantry
and others say a fleet of ships is the loveliest
thing on the dark earth, but I say it is
the one you love

It is altogether simple to make this understood
since she whose beauty outmatched all,
Helen, left her husband
a most noble man

And went sailing to Troy
Without a thought for her child and dear parents
[Love] made her completely insane
And led her astray

This reminds me of absent Anaktoria

I would rather watch her lovely walk
and see the shining light of her face
than Lydian chariots followed by
infantrymen in arms

Οἰ μὲν ἰππήων στρότον, οἰ δὲ πέσδων,
οἰ δὲ νάων φαῖσ’ ἐπὶ γᾶν μέλαιναν
ἔμμεναι κάλλιστον, ἐγὼ δὲ κῆν’ ὄτ-
τω τις ἔραται

πά]γχυ δ’ εὔμαρες σύνετον πόησαι
πά]ντι τ[οῦ]τ’· ἀ γὰρ πολὺ περσκέθοισα
κά]λλος ἀνθρώπων Ἐλένα [τὸ]ν ἄνδρα
τὸν πανάριστον
/ [κρίννεν ἄρ]ιστον

καλλίποισ’ ἔβας ‘ς Τροίαν πλέοισα
/ ὂσ τὸ πὰν] σέβασ τροΐα[σ ὄ]λεσσ[ε,
κωὐδὲ παῖδος οὐδὲ φίλων τοκήων
πάμπαν ἐμνάσθη, ἀλλὰ παράγαγ’ αὔταν
οὐκ ἀέκοισαν
/ πῆλε φίλει]σαν

Κύπρις· εὔκαμπτον γὰρ ἔφυ βρότων κῆρ
] κούφως τ . . . οη . . . ν
κἄμε νῦν Ἀνακτορίας ὀνέμναι-
σ’ οὐ παρεοίσας

/ Ὠροσ. εὔκ]αμπτον γαρ [ἀεὶ τὸ θῆλυ]
αἴ κέ] τισ κούφωσ τ[ὸ πάρον ν]οήσῃ.
οὐ]δὲ νῦν, Ἀνακτορί[α, τ]ὺ μέμναι
δὴ] παρειοῖσασ,

τᾶς κε βολλοίμαν ἔρατόν τε βᾶμα
κἀμάρυχμα λάμπρον ἴδην προσώπω
ἢ τὰ Λύδων ἄρματα κἀν ὄπλοισι
πεσδομάχεντας.

 

petrarch1

Aelian, Fragment 187/190 (from Stobaeus 3.29.58)

“Solon the Athenian, the son of Eksêkestides, when his nephew sang some song of Sappho at a drinking party, took pleasure in it and asked the young man to teach it to him. When someone asked why he was eager to learn it, he responded: “So, once I learn it, I may die.”

Σόλων ὁ ᾿Αθηναῖος ᾿Εξηκεστίδου παρὰ πότον τοῦ ἀδελφιδοῦ αὐτοῦ μέλος τι Σαπφοῦς ᾄσαντος, ἥσθη τῷ μέλει καὶ προσέταξε τῷ μειρακίῳ διδάξει αὐτόν. ἐρωτήσαντος δέ τινος διὰ ποίαν αἰτίαν τοῦτο σπουδάσειεν, ὃ δὲ ἔφη ‘ἵνα μαθὼν αὐτὸ ἀποθάνω.’

One thought on ““The One You Love”: The Best Love Poem Ever

Leave a Reply