Some Greek Passages on Work for May 1st

Xenophon, Oeconomicus 4.15-16

“Critoboulos, Some say that whenever the great king gives gifts, he calls in first those who proved their excellence at war because there is no advantage to plowing many fields unless they defend them. After them, he rewards those who prepare and work the land best, because brave men cannot survive unless someone works the land.”

Φασὶ δέ τινες, ἔφη ὁ Σωκράτης, ὦ Κριτόβουλε, καὶ ὅταν δῶρα διδῷ ὁ βασιλεύς, πρῶτον μὲν εἰσκαλεῖν τοὺς πολέμῳ ἀγαθοὺς γεγονότας, ὅτι οὐδὲν ὄφελος πολλὰ ἀροῦν, εἰ μὴ εἶεν οἱ ἀρήξοντες· δεύτερον δὲ τοὺς κατασκευάζοντας τὰς χώρας ἄριστα καὶ ἐνεργοὺς ποιοῦντας λέγοντα, ὅτι οὐδ᾿ ἂν οἱ ἄλκιμοι δύναιντο ζῆν, εἰ μὴ εἶεν οἱ ἐργαζόμενοι. λέγεται δὲ καὶ Κῦρός ποτε, ὅσπερ εὐδοκιμώτατος δὴ βασιλεὺς γεγένηται, εἰπεῖν τοῖς ἐπὶ τὰ δῶρα κεκλημένοις, ὅτι αὐτὸς ἂν δικαίως τὰ ἀμφοτέρων δῶρα λαμβάνοι· κατασκευάζειν τε γὰρ ἄριστος εἶναι ἔφη χώραν καὶ ἀρήγειν τοῖς κατεσκευασμένοις.

Plutarch, fr. 43

“Let no one find fault with this line because wealth is made to be much praised ahead of virtue. Know that wealth here is the product workers get from their labors—it is a just portion gathered from their personal toil.”

Μηδεὶς λοιδορείτω τὸν στίχον εἰς τὸν πολυάρατον πλοῦτον ὁρῶν τὸν πόρρω τῆς ἀρετῆς ἐσκηνημένον, ἀλλὰ πλοῦτον οἰέσθω νῦν λέγεσθαι τὴν ἀπὸ τῶν ἔργων πορισθεῖσαν ἀφθονίαν τοῖς ἐργαζομένοις δικαίαν οὖσαν καὶ ἀπὸ τῶν οἰκείων πόνων ἠθροισμένην.

Plutarch, Perikles 1.4 5-6

“Often and quite contrarily, we look down on a laborer while delighting in his work”

πολλάκις δὲ καὶ τοὐναντίον χαίροντες τῷ ἔργῳ τοῦ δημιουργοῦ καταφρονοῦμεν

Hesiod, Works and Days, 289-90

“The gods made sweat the price for virtue.”

τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
ἀθάνατοι·

 

Pindar, Isthmian 1. 47

“People find different payment sweet for different work.”

μισθὸς γὰρ ἄλλοις ἄλλος ἐπ’ ἔργμασιν ἀνθρώποις
γλυκύς

 

Hesiod, Works and Days, 303

“Gods and men alike dislike a lazy man.”

τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες ὅς κεν ἀεργὸς.

Image result for Ancient Greek sisyphus vase

When an aristocrat co-opts the language of the proletariat…

Odyssey 15.321-324

“No mortal could rival me in work:
No one could best me at building a fire or dry wood,
At serving at the table, cooking meat or serving wine–
All those tasks lesser men complete for their betters.”

δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
πῦρ τ’ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.”

Odyssey, 18.366-383

“Eurymachus: I wish the two of us could have a labor-contest
In the height of spring when the days are drawing longer,
In the thickening grass. I would grip the curved scythe
And you could hold the same thing, so we could test each other
At work, fasting right up to dusk where the grass was thick.
And then the next day we could drive the oxen, the strongest ones,
Bright and large, both stuffed full with their food,
A pair of the same age, equally burdened, their strength unwavering.
I’d wish for a four-acre parcel to put under the plow.
Then you’d see me, how I would cut a furrow straight from end to end.
Or if, instead, Kronos’ son would send me a war today,
And I would have a shield and two spears
Matched with a bronze helmet well-fit to my temples.
Then you’d see me mixing it up in the front lines
And you wouldn’t bawl about, belittling my hungry stomach.”

“Εὐρύμαχ’, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ’ ἤματα μακρὰ πέλονται,
ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη·
εἰ δ’ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
αἴθωνες μεγάλοι, ἄμφω κεκορηότε ποίης,
ἥλικες ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
τετράγυον δ’ εἴη, εἴκοι δ’ ὑπὸ βῶλος ἀρότρῳ·
τῶ κέ μ’ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
εἰ δ’ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
καὶ κυνέη πάγχαλκος ἐπὶ κροτάφοισ’ ἀραρυῖα,
τῶ κέ μ’ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
οὐδ’ ἄν μοι τὴν γαστέρ’ ὀνειδίζων ἀγορεύοις.

2 thoughts on “Some Greek Passages on Work for May 1st

Leave a Reply to Vincent S Artale JrCancel reply