Theognis, 877–878
“Dear heart of mine, be young—for some other people will have their turn soon
And I will be black earth when I die.”
ἥβα μοι, φίλε θυμέ· τάχ᾿ αὖ τινες ἄλλοι ἔσονται
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν᾿ ἔσομαι.
873-876
“Wine, I praise you for some things and blame you for others
I can’t ever manage to hate you or love you completely.
You are bad and good. What person with a measure of wisdom
Would be able to blame you or praise you?”
οἶνε, τὰ μέν σ᾿ αἰνῶ, τὰ δὲ μέμφομαι· οὐδέ σε πάμπαν
οὔτε ποτ᾿ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι.
ἐσθλὸν καὶ κακόν ἐσσι. τίς ἂν σέ γε μωμήσαιτο,
τίς δ᾿ ἂν ἐπαινήσαι μέτρον ἔχων σοφίης;
895-896
“Kurnos: a man possesses nothing better than good judgment
And nothing more grievous than not having it.”
γνώμης δ᾿ οὐδὲν ἄμεινον ἀνὴρ ἔχει αὐτὸς ἐν αὐτῷ,
οὐδ᾿ ἀγνωμοσύνης, Κύρν᾿ , ὀδυνηρότερον.
971-972
“What’s the virtue in winning a prize for drinking wine?
For a bad man certainly beats a good man at this frequently”
τίς δ᾿ ἀρετὴ πίνοντ᾿ ἐπιοίνιον ἆθλον ἑλέσθαι;
πολλάκι τοι νικᾷ καὶ κακὸς ἄνδρ᾿ ἀγαθόν.