Learning Requires Memory and Experience

Aristotle, Metaphysics 980a22-981

“All people naturally yearn for knowledge. A sign of this our delight in our senses: for we take pleasure in them beyond their use—especially in the use of our eyes. This is not only so we may act but also when we are about to do nothing we choose seeing before all of the other senses, in general. The cause of this is that this sense especially helps us learn and clarifies many differences.

Animals too are born having senses, and from these some have memory and some do not. This is why some animals have more thoughts and may learn better than those who are not capable of memory. Some are clever but without the skill of learning, for example the bee or another other type of this kind of creature. However so many creatures have perception in addition to memory can learn. The rest of the animals live by images and instincts and have a small portion of experience.

The human race survives both by skill and reasoning. Experience comes to us from memory—for the many memories of the same matter results in the power of a single experience. Experience certainly seems similar to knowledge and skill, but knowledge and skill come to people from experience. For, “experience produces art,”  as Polus has rightly pronounced, “while inexperience makes good luck.”

Related image
Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δ᾿ ἡ τῶν αἰσθήσεων ἀγάπησις· καὶ γὰρ χωρὶς τῆς χρείας ἀγαπῶνται δι᾿ αὑτάς, καὶ μάλιστα τῶν ἄλλων ἡ διὰ τῶν ὀμμάτων. οὐ γὰρ μόνον ἵνα πράττωμεν ἀλλὰ καὶ μηθὲν μέλλοντες πράττειν τὸ ὁρᾶν αἱρούμεθα ἀντὶ πάντων ὡς εἰπεῖν τῶν ἄλλων. αἴτιον δ᾿ ὅτι μάλιστα ποιεῖ γνωρίζειν τι ἡμᾶς αὕτη τῶν αἰσθήσεων, καὶ πολλὰς δηλοῖ διαφοράς. Φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίγνεται τὰ ζῷα, ἐκ δὲ ταύτης τοῖς μὲν αὐτῶν οὐκ ἐγγίγνεται μνήμη τοῖς δ᾿ ἐγγίγνεται. καὶ διὰ τοῦτο ταῦτα φρονιμώτερα καὶ μαθητικώτερα τῶν μὴ δυναμένων μνημονεύειν ἐστί, φρόνιμα μὲν ἄνευ τοῦ μανθάνειν ὅσα μὴ δύναται τῶν ψόφων ἀκούειν, οἷον μέλιττα, καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ζῴων ἔστι· μανθάνει δ᾿ ὅσα πρὸς τῇ μνήμῃ καὶ ταύτην ἔχει τὴν αἴσθησιν. Τὰ μὲν οὖν ἄλλα ταῖς φαντασίαις ζῇ καὶ ταῖς μνήμαις, ἐμπειρίας δὲ μετέχει μικρόν· τὸ δὲ τῶν ἀνθρώπων γένος καὶ τέχνῃ καὶ λογισμοῖς. γίγνεται δ᾿ ἐκ τῆς μνήμης ἐμπειρία τοῖς ἀνθρώποις αἱ γὰρ πολλαὶ μνῆμαι τοῦ αὐτοῦ πράγματος μιᾶς ἐμπειρίας δύναμιν ἀποτελοῦσιν. καὶ δοκεῖ σχεδὸν ἐπιστήμῃ καὶ τέχνῃ ὅμοιον εἶναι ἡ ἐμπειρία, ἀποβαίνει δ᾿ ἐπιστήμη καὶ τέχνη διὰ τῆς ἐμπειρίας τοῖς ἀνθρώποις· ἡ μὲν γὰρ ἐμπειρία τέχνην ἐποί- ησεν, ὡς φησὶ Πῶλος, ὀρθῶς λέγων, ἡ δ᾿ ἀπειρία τύχην.

One thought on “Learning Requires Memory and Experience

Leave a Reply